Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν
ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις
μόνον, τὴν ἐμπειρίαν, δἰ ἣν ὁ πρεσβύτης ἔχει τι
λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν
νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ
παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο
τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις,
οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν
ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ
ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.