Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μόνον περὶ τῆς εὐγενείας αὐτῆς, ὑπὲρ δὲ
ἁπάντων ἁπλῶς, ὅσα χρῆν οἶμαι τὴν βασιλεῖ
τοσούτῳ συνιοῦσαν, καθάπερ φερνὴν οἴκοθεν
ἐπιφερομένην, κομίζειν ἀγαθά, παιδείαν ὀρθήν,
σύνεσιν ἐμμελῆ, ἀκμὴν καὶ ὥραν σώματος καὶ
κάλλος τοσοῦτον, ὥστε ἀποκρύπτεσθαι τὰς
ἄλλας παρθένους, καθάπερ οἶμαι περὶ τῇ σελήνῃ
πληθούσῃ οἱ διαφανεῖς ἀστέρες καταυγαζόμενοι
κρύπτουσι τὴν μορφήν. ἓν μὲν γὰρ τούτων
οὐδὲν ἐξαρκεῖν δοκεῖ πρὸς κοινωνίαν βασιλέως,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.