previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἑξῆς κατὰ τὸ συνεχὲς ἀριθμοὶ ἀνάλογον ὦσιν, δὲ μετὰ τὴν μονάδα τετράγωνος , καὶ οἱ λοιποὶ πάντες τετράγωνοι ἔσονται. καὶ ἐὰν μετὰ τὴν μονάδα κύβος , καὶ οἱ λοιποὶ πάντες κύβοι
5ἔσονται.

ἔστωσαν ἀπὸ μονάδος ἑξῆς ἀνάλογον ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Α, Β, Γ, Δ, Ε, Ζ, δὲ μετὰ τὴν μονάδα Α τετράγωνος ἔστω: λέγω, ὅτι καὶ οἱ λοιποὶ πάντες τετράγωνοι ἔσονται.
10

ὅτι μὲν οὖν τρίτος ἀπὸ τῆς μονάδος Β τετράγωνός ἐστι καὶ οἱ ἕνα διαλείποντες πάντες, δέδεικται: λέγω δή, ὅτι καὶ οἱ λοιποὶ πάντες τετράγωνοί εἰσιν. ἐπεὶ γὰρ οἱ Α, Β, Γ ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστιν Α τετράγωνος, καὶ Γ ἄρα τετράγωνός ἐστιν. πάλιν, ἐπεὶ καὶ οἱ
15β, Γ, Δ ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστιν Β τετράγωνος, καὶ Δ ἄρα τετράγωνός ἐστιν. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ οἱ λοιποὶ πάντες τετράγωνοί εἰσιν.

ἀλλὰ δὴ ἔστω Α κύβος: λέγω, ὅτι καὶ οἱ λοιποὶ πάντες κύβοι εἰσίν.
20

ὅτι μὲν οὖν τέταρτος ἀπὸ τῆς μονάδος Γ κύβος ἐστὶ καὶ οἱ δύο διαλείποντες πάντες, δέδεικται: λέγω δή, ὅτι καὶ οἱ λοιποὶ πάντες κύβοι εἰσίν. ἐπεὶ γάρ ἐστιν ὡς μονὰς πρὸς τὸν Α, οὕτως Α πρὸς τὸν Β, ἰσάκις ἄρα μονὰς τὸν Α μετρεῖ καὶ Α τὸν Β. δὲ μονὰς τὸν Α
25μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας: καὶ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας: Α ἄρα ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν. καί ἐστιν Α κύβος. ἐὰν δὲ κύβος ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας ποιῇ τινα, γενόμενος κύβος ἐστίν: καὶ Β ἄρα κύβος ἐστίν. καὶ ἐπεὶ
30τέσσαρες ἀριθμοὶ οἱ Α, Β, Γ, Δ ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστιν Α κύβος, καὶ Δ ἄρα κύβος ἐστίν. διὰ τὰ αὐτὰ δὴ καὶ Ε κύβος ἐστίν, καὶ ὁμοίως οἱ λοιποὶ πάντες κύβοι εἰσίν: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: