previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, μὲν τρίτος ἀπὸ τῆς μονάδος τετράγωνος ἔσται καὶ οἱ ἕνα διαλείποντες, δὲ τέταρτος κύβος καὶ οἱ δύο διαλείποντες πάντες, δὲ ἕβδομος κύβος ἅμα καὶ τετράγωνος
5καὶ οἱ πέντε διαλείποντες.

ἔστωσαν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, Δ, Ε, Ζ: λέγω, ὅτι μὲν τρίτος ἀπὸ τῆς μονάδος Β τετράγωνός ἐστι καὶ οἱ ἕνα διαλείποντες πάντες,
10 δὲ τέταρτος Γ κύβος καὶ οἱ δύο διαλείποντες πάντες, δὲ ἕβδομος Ζ κύβος ἅμα καὶ τετράγωνος καὶ οἱ πέντε διαλείποντες πάντες.
15

ἐπεὶ γάρ ἐστιν ὡς μονὰς πρὸς τὸν Α, οὕτως Α πρὸς τὸν Β, ἰσάκις ἄρα μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ Α τὸν Β. δὲ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας: καὶ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν
20τῷ Α μονάδας. Α ἄρα ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν: τετράγωνος ἄρα ἐστὶν Β. καὶ ἐπεὶ οἱ Β, Γ, Δ ἑξῆς ἀνάλογόν εἰσιν, δὲ Β τετράγωνός ἐστιν, καὶ Δ ἄρα τετράγωνός ἐστιν. διὰ τὰ αὐτὰ δὴ καὶ Ζ τετράγωνός ἐστιν. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ οἱ ἕνα διαλείποντες
25πάντες τετράγωνοί εἰσιν. λέγω δή, ὅτι καὶ τέταρτος ἀπὸ τῆς μονάδος Γ κύβος ἐστὶ καὶ οἱ δύο διαλείποντες πάντες. ἐπεὶ γάρ ἐστιν ὡς μονὰς πρὸς τὸν Α, οὕτως Β πρὸς τὸν Γ, ἰσάκις ἄρα μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ Β τὸν Γ. δὲ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ κατὰ τὰς
30ἐν τῷ Α μονάδας: καὶ Β ἄρα τὸν Γ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας: Α ἄρα τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν. ἐπεὶ οὖν Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Β πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, κύβος ἄρα ἐστὶν Γ. καὶ ἐπεὶ οἱ Γ, Δ, Ε, Ζ ἑξῆς ἀνάλογόν
35εἰσιν, δὲ Γ κύβος ἐστίν, καὶ Ζ ἄρα κύβος ἐστίν. ἐδείχθη δὲ καὶ τετράγωνος: ἄρα ἕβδομος ἀπὸ τῆς μονάδος κύβος τέ ἐστι καὶ τετράγωνος. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ οἱ πέντε διαλείποντες πάντες κύβοι τέ εἰσι καὶ τετράγωνοι: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: