previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἐκτεθῶσιν ἐν τῇ διπλασίονι ἀναλογίᾳ, ἕως οὗ σύμπας συντεθεὶς πρῶτος γένηται, καὶ σύμπας ἐπὶ τὸν ἔσχατον πολλαπλασιασθεὶς ποιῇ τινα,
5 γενόμενος τέλειος ἔσται.

ἀπὸ γὰρ μονάδος ἐκκείσθωσαν ὁσοιδηποτοῦν ἀριθμοὶ ἐν τῇ διπλασίονι ἀναλογίᾳ, ἕως οὗ σύμπας συντεθεὶς πρῶτος γένηται, οἱ Α, Β, Γ, Δ, καὶ τῷ σύμπαντι ἴσος ἔστω
10 Ε, καὶ Ε τὸν Δ πολλαπλασιάσας τὸν ΖΗ ποιείτω. λέγω, ὅτι ΖΗ τέλειός ἐστιν.

ὅσοι γάρ εἰσιν οἱ Α, Β, Γ, Δ τῷ πλήθει, τοσοῦτοι ἀπὸ τοῦ Ε εἰλήφθωσαν ἐν τῇ διπλασίονι ἀναλογίᾳ οἱ Ε, ΘΚ, Λ, Μ: δι᾽ ἴσου ἄρα ἐστὶν ὡς Α πρὸς τὸν Δ,
15οὕτως Ε πρὸς τὸν Μ. ἄρα ἐκ τῶν Ε, Δ ἴσος ἐστὶ τῷ ἐκ τῶν Α, Μ. καί ἐστιν ἐκ τῶν Ε, Δ ΖΗ: καὶ ἐκ τῶν Α, Μ ἄρα ἐστὶν ΖΗ. Α ἄρα τὸν Μ πολλαπλασιάσας τὸν ΖΗ πεποίηκεν: Μ ἄρα τὸν ΖΗ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας. καί ἐστι δυὰς Α: διπλάσιος ἄρα
20ἐστὶν ΖΗ τοῦ Μ. εἰσὶ δὲ καὶ οἱ Μ, Λ, ΘΚ, Ε ἑξῆς διπλάσιοι ἀλλήλων: οἱ Ε, ΘΚ, Λ, Μ, ΖΗ ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῇ διπλασίονι ἀναλογίᾳ. ἀφῃρήσθω δὴ ἀπὸ τοῦ δευτέρου τοῦ ΘΚ καὶ τοῦ ἐσχάτου τοῦ ΖΗ τῷ πρώτῳ τῷ Ε ἴσος ἑκάτερος τῶν ΘΝ, ΖΞ: ἔστιν ἄρα ὡς
25 τοῦ δευτέρου ἀριθμοῦ ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας. ἔστιν ἄρα ὡς ΝΚ πρὸς τὸν Ε, οὕτως ΞΗ πρὸς τοὺς Μ, Λ, ΚΘ, Ε. καί ἐστιν ΝΚ ἴσος τῷ Ε: καὶ ΞΗ ἄρα ἴσος ἐστὶ τοῖς Μ, Λ, ΘΚ, Ε. ἔστι δὲ καὶ ΖΞ τῷ Ε
30ἴσος, δὲ Ε τοῖς Α, Β, Γ, Δ καὶ τῇ μονάδι. ὅλος ἄρα ΖΗ ἴσος ἐστὶ τοῖς τε Ε, ΘΚ, Λ, Μ καὶ τοῖς Α, Β, Γ, Δ καὶ τῇ μονάδι: καὶ μετρεῖται ὑπ᾽ αὐτῶν. λέγω, ὅτι καὶ ΖΗ ὑπ᾽ οὐδενὸς ἄλλου μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ, Δ, Ε, ΘΚ, Λ, Μ καὶ τῆς μονάδος. εἰ γὰρ δυνατόν,
35μετρείτω τις τὸν ΖΗ Ο, καὶ Ο μηδενὶ τῶν Α, Β, Γ, Δ, Ε, ΘΚ, Λ, Μ ἔστω αὐτός. καὶ ὁσάκις Ο τὸν ΖΗ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Π: Π ἄρα τὸν Ο πολλαπλασιάσας τὸν ΖΗ πεποίηκεν. ἀλλὰ μὴν καὶ Ε τὸν Δ πολλαπλασιάσας τὸν ΖΗ πεποίηκεν: ἔστιν ἄρα ὡς
40ε πρὸς τὸν Π, Ο πρὸς τὸν Δ. καὶ ἐπεὶ ἀπὸ μονάδος ἑξῆς ἀνάλογόν εἰσιν οἱ Α, Β, Γ, Δ, Δ ἄρα ὑπ᾽ οὐδενὸς ἄλλου ἀριθμοῦ μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ. καὶ ὑπόκειται Ο οὐδενὶ τῶν Α, Β, Γ αὐτός: οὐκ ἄρα μετρήσει Ο τὸν Δ. ἀλλ᾽ ὡς Ο πρὸς τὸν Δ, Ε πρὸς τὸν Π: οὐδὲ Ε
45ἄρα τὸν Π μετρεῖ. καί ἐστιν Ε πρῶτος: πᾶς δὲ πρῶτος ἀριθμὸς πρὸς ἅπαντα, ὃν μὴ μετρεῖ, πρῶτος ἐστιν. οἱ Ε, Π ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν. οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις τε ἡγούμενος τὸν ἡγούμενον καὶ
50ἑπόμενος τὸν ἑπόμενον: καί ἐστιν ὡς Ε πρὸς τὸν Π, Ο πρὸς τὸν Δ: ἰσάκις ἄρα Ε τὸν Ο μετρεῖ καὶ Π τὸν Δ: ἰσάκις ἄρα Ε τὸν Ο μετρεῖ καὶ Π τὸν Δ. δὲ Δ ὑπ᾽ οὐδενὸς ἄλλου μετρεῖται παρὲξ τῶν Α, Β, Γ: Π ἄρα ἑνὶ τῶν Α, Β, Γ ἐστιν αὐτός. ἔστω τῷ Β αὐτός.
55καὶ ὅσοι εἰσὶν οἱ Β, Γ, Δ τῷ πλήθει τοσοῦτοι εἰλήφθωσαν ἀπὸ τοῦ Ε οἱ Ε, ΘΚ, Λ. καί εἰσιν οἱ Ε, ΘΚ, Λ τοῖς Β, Γ, Δ ἐν τῷ αὐτῷ λόγῳ: δι᾽ ἴσου ἄρα ἐστὶν ὡς Β πρὸς τὸν Δ, Ε πρὸς τὸν Λ. ἄρα ἐκ τῶν Β, Λ ἴσος ἐστὶ τῷ ἐκ τῶν Δ, Ε: ἀλλ᾽ ἐκ τῶν Δ, Ε ἴσος ἐστὶ τῷ ἐκ τῶν
60π, Ο: καὶ ἐκ τῶν Π, Ο ἄρα ἴσος ἐστὶ τῷ ἐκ τῶν Β, Λ. ἔστιν ἄρα ὡς Π πρὸς τὸν Β, Λ πρὸς τὸν Ο. καί ἐστιν Π τῷ Β αὐτός: καὶ Λ ἄρα τῷ Ο ἐστιν αὐτός: ὅπερ ἀδύνατον: γὰρ Ο ὑπόκειται μηδενὶ τῶν ἐκκειμένων αὐτός. οὐκ ἄρα τὸν ΖΗ μετρήσει τις ἀριθμὸς παρὲξ τῶν
65α, Β, Γ, Δ, Ε, ΘΚ, Λ, Μ καὶ τῆς μονάδος. καὶ ἐδείχθη ΖΗ τοῖς Α, Β, Γ, Δ, Ε, ΘΚ, Λ, Μ καὶ τῇ μονάδι ἴσος. τέλειος δὲ ἀριθμός ἐστιν τοῖς ἑαυτοῦ μέρεσιν ἴσος ὤν: τέλειος ἄρα ἐστὶν ΖΗ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: