previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ὦσιν ὁσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, ἀφαιρεθῶσι δὲ ἀπό τε τοῦ δευτέρου καὶ τοῦ ἐσχάτου ἴσοι τῷ πρώτῳ, ἔσται ὡς τοῦ δευτέρου ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ
5ἑαυτοῦ πάντας.

ἔστωσαν ὁποσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, ΒΓ, Δ, ΕΖ ἀρχόμενοι ἀπὸ ἐλαχίστου τοῦ Α, καὶ ἀφῃρήσθω ἀπὸ τοῦ ΒΓ καὶ τοῦ ΕΖ τῷ Α ἴσος ἑκάτερος τῶν ΒΗ, ΖΘ: λέγω, ὅτι ἐστὶν ὡς ΗΓ πρὸς τὸν Α,
10οὕτως ΕΘ πρὸς τοὺς Α, ΒΓ, Δ.

κείσθω γὰρ τῷ μὲν ΒΓ ἴσος ΖΚ, τῷ δὲ Δ ἴσος ΖΛ. καὶ ἐπεὶ ΖΚ τῷ ΒΓ ἴσος ἐστίν, ὧν ΖΘ τῷ ΒΗ
10ἴσος ἐστίν, λοιπὸς ἄρα ΘΚ λοιπῷ τῷ ΗΓ ἐστιν ἴσος. καὶ ἐπεί ἐστιν ὡς ΕΖ πρὸς τὸν Δ, οὕτως Δ πρὸς τὸν
15ΒΓ καὶ ΒΓ πρὸς τὸν Α, ἴσος δὲ μὲν Δ τῷ ΖΛ, δὲ ΒΓ τῷ ΖΚ, δὲ Α τῷ ΖΘ, ἔστιν ἄρα ὡς ΕΖ πρὸς τὸν ΖΛ, οὕτως ΛΖ πρὸς τὸν ΖΚ καὶ ΖΚ πρὸς τὸν ΖΘ. διελόντι, ὡς ΕΛ πρὸς τὸν ΛΖ, οὕτως ΛΚ πρὸς τὸν ΖΚ καὶ ΚΘ πρὸς τὸν ΖΘ. ἔστιν ἄρα καὶ ὡς εἷς
20τῶν ἡγουμένων πρὸς ἕνα τῶν ἑπομένων, οὕτως ἅπαντες οἱ ἡγούμενοι πρὸς ἅπαντας τοὺς ἑπομένους: ἔστιν ἄρα ὡς ΚΘ πρὸς τὸν ΖΘ, οὕτως οἱ ΕΛ, ΛΚ, ΚΘ πρὸς τοὺς ΛΖ, ΖΚ, ΘΖ. ἴσος δὲ μὲν ΚΘ τῷ ΓΗ, δὲ ΖΘ τῷ Α, οἱ δὲ ΛΖ, ΖΚ, ΘΖ τοῖς Δ, ΒΓ, Α: ἔστιν ἄρα ὡς
25 ΓΗ πρὸς τὸν Α, οὕτως ΕΘ πρὸς τοὺς Δ, ΒΓ, Α. ἔστιν ἄρα ὡς τοῦ δευτέρου ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: