previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δύο ἀριθμῶν δοθέντων ἐπισκέψασθαι, εἰ δυνατόν ἐστιν αὐτοῖς τρίτον ἀνάλογον προσευρεῖν.

ἔστωσαν οἱ δοθέντες δύο ἀριθμοὶ οἱ Α, Β, καὶ δέον ἔστω ἐπισκέψασθαι, εἰ δυνατόν ἐστιν αὐτοῖς τρίτον
5ἀνάλογον προσευρεῖν.

οἱ δὴ Α, Β ἤτοι πρῶτοι πρὸς ἀλλήλους εἰσὶν οὔ. καὶ εἰ πρῶτοι πρὸς ἀλλήλους εἰσίν, δέδεικται, ὅτι ἀδύνατόν ἐστιν αὐτοῖς τρίτον ἀνάλογον προσευρεῖν.

ἀλλὰ δὴ μὴ ἔστωσαν οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους,
10καὶ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Γ ποιείτω: Α δὴ τὸν Γ ἤτοι μετρεῖ οὐ μετρεῖ. μετρείτω πρότερον κατὰ τὸν Δ: Α ἄρα τὸν Δ πολλαπλασιάσας τὸν Γ πεποίηκεν. ἀλλὰ μὴν καὶ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Γ πεποίηκεν: ἄρα ἐκ τῶν Α, Δ ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Β. ἔστιν ἄρα ὡς
15 Α πρὸς τὸν Β, Β πρὸς τὸν Δ: τοῖς Α, Β ἄρα τρίτος ἀριθμὸς ἀνάλογον προσηύρηται Δ.

ἀλλὰ δὴ μὴ μετρείτω Α τὸν Γ: λέγω, ὅτι τοῖς Α, Β ἀδύνατόν ἐστι τρίτον ἀνάλογον προσευρεῖν ἀριθμόν. εἰ γὰρ δυνατόν, προσηυρήσθω Δ. ἄρα ἐκ τῶν Α, Δ
20ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Β. δὲ ἀπὸ τοῦ Β ἐστιν Γ: ἄρα ἐκ τῶν Α, Δ ἴσος ἐστὶ τῷ Γ. ὥστε Α τὸν Δ πολλαπλασιάσας τὸν Γ πεποίηκεν: Α ἄρα τὸν Γ μετρεῖ κατὰ τὸν Δ. ἀλλὰ μὴν ὑπόκειται καὶ μὴ μετρῶν: ὅπερ ἄτοπον. οὐκ ἄρα δυνατόν ἐστι τοῖς Α, Β τρίτον ἀνάλογον προσευρεῖν
25ἀριθμόν, ὅταν Α τὸν Γ μὴ μετρῇ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: