previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρη , ἅπερ ἀφαιρεθεὶς ἀφαιρεθέντος, καὶ λοιπὸς τοῦ λοιποῦ τὰ αὐτὰ μέρη ἔσται, ἅπερ ὅλος τοῦ ὅλου.

ἀριθμὸς γὰρ ΑΒ ἀριθμοῦ τοῦ ΓΔ μέρη ἔστω, ἅπερ
5ἀφαιρεθεὶς ΑΕ ἀφαιρεθέντος τοῦ ΓΖ: λέγω, ὅτι καὶ λοιπὸς ΕΒ λοιποῦ τοῦ ΖΔ τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ὅλος ΑΒ ὅλου τοῦ ΓΔ.

κείσθω γὰρ τῷ ΑΒ ἴσος ΗΘ. ἄρα μέρη ἐστὶν ΗΘ τοῦ ΓΔ, τὰ αὐτὰ μέρη ἐστὶ καὶ ΑΕ τοῦ ΓΖ.
10διῃρήσθω μὲν ΗΘ εἰς τὰ τοῦ ΓΔ μέρη τὰ ΗΚ, ΚΘ, δὲ ΑΕ εἰς τὰ τοῦ ΓΖ μέρη τὰ ΑΛ, ΛΕ: ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΗΚ, ΚΘ τῷ πλήθει τῶν ΑΛ, ΛΕ. καὶ ἐπεί,
15μέρος ἐστὶν ΗΚ τοῦ ΓΔ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ΑΛ τοῦ ΓΖ, μείζων δὲ ΓΔ τοῦ ΓΖ, μείζων ἄρα καὶ ΗΚ τοῦ ΑΛ. κείσθω τῷ ΑΛ ἴσος ΗΜ. ἄρα μέρος ἐστὶν ΗΚ τοῦ ΓΔ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ΗΜ τοῦ ΓΖ: καὶ λοιπὸς ἄρα ΜΚ λοιποῦ τοῦ ΖΔ
20τὸ αὐτὸ μέρος ἐστίν, ὅπερ ὅλος ΗΚ ὅλου τοῦ ΓΔ. πάλιν ἐπεί, μέρος ἐστὶν ΚΘ τοῦ ΓΔ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ΕΛ τοῦ ΓΖ, μείζων δὲ ΓΔ τοῦ ΓΖ, μείζων ἄρα καὶ ΘΚ τοῦ ΕΛ. κείσθω τῷ ΕΛ ἴσος ΚΝ. ἄρα μέρος ἐστὶν ΚΘ τοῦ ΓΔ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ΚΝ τοῦ
25ΓΖ: καὶ λοιπὸς ἄρα ΝΘ λοιποῦ τοῦ ΖΔ τὸ αὐτὸ μέρος ἐστίν, ὅπερ ὅλος ΚΘ ὅλου τοῦ ΓΔ. ἐδείχθη δὲ καὶ λοιπὸς ΜΚ λοιποῦ τοῦ ΖΔ τὸ αὐτὸ μέρος ὤν, ὅπερ ὅλος ΗΚ ὅλου τοῦ ΓΔ: καὶ συναμφότερος ἄρα ΜΚ, ΝΘ τοῦ ΔΖ τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ὅλος ΘΗ ὅλου
30τοῦ ΓΔ. ἴσος δὲ συναμφότερος μὲν ΜΚ, ΝΘ τῷ ΕΒ, δὲ ΘΗ τῷ ΒΑ: καὶ λοιπὸς ἄρα ΕΒ λοιποῦ τοῦ ΖΔ τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ὅλος ΑΒ ὅλου τοῦ ΓΔ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: