previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν τέσσαρες ἀριθμοὶ ἀνάλογον ὦσιν, ἐκ πρώτου καὶ τετάρτου γενόμενος ἀριθμὸς ἴσος ἔσται τῷ ἐκ δευτέρου καὶ τρίτου γενομένῳ ἀριθμῷ: καὶ ἐὰν ἐκ πρώτου καὶ τετάρτου γενόμενος ἀριθμὸς ἴσος τῷ ἐκ δευτέρου καὶ τρίτου,
5οἱ τέσσαρες ἀριθμοὶ ἀνάλογον ἔσονται.

ἔστωσαν τέσσαρες ἀριθμοὶ ἀνάλογον οἱ Α, Β, Γ, Δ, ὡς Α πρὸς τὸν Β, οὕτως Γ πρὸς τὸν Δ, καὶ μὲν Α τὸν Δ πολλαπλασιάσας
10τὸν Ε ποιείτω, δὲ Β τὸν Γ πολλαπλασιάσας τὸν Ζ ποιείτω: λέγω, ὅτι ἴσος ἐστὶν Ε τῷ Ζ.

γὰρ Α τὸν Γ πολλαπλασιάσας τὸν Η ποιείτω. ἐπεὶ οὖν Α τὸν Γ
15πολλαπλασιάσας τὸν Η πεποίηκεν, τὸν δὲ Δ πολλαπλασιάσας τὸν Ε πεποίηκεν, ἀριθμὸς δὴ Α δύο ἀριθμοὺς τοὺς Γ, Δ πολλαπλασιάσας τοὺς Η, Ε πεποίηκεν. ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Δ, οὕτως Η πρὸς τὸν Ε. ἀλλ᾽ ὡς Γ πρὸς τὸν Δ, οὕτως Α πρὸς
20τὸν Β: καὶ ὡς ἄρα Α πρὸς τὸν Β, οὕτως Η πρὸς τὸν Ε. πάλιν, ἐπεὶ Α τὸν Γ πολλαπλασιάσας τὸν Η πεποίηκεν, ἀλλὰ μὴν καὶ Β τὸν Γ πολλαπλασιάσας τὸν Ζ πεποίηκεν, δύο δὴ ἀριθμοὶ οἱ Α, Β ἀριθμόν τινα τὸν Γ πολλαπλασιάσαντες τοὺς Η, Ζ πεποιήκασιν. ἔστιν ἄρα
25ὡς Α πρὸς τὸν Β, οὕτως Η πρὸς τὸν Ζ. ἀλλὰ μὴν καὶ ὡς Α πρὸς τὸν Β, οὕτως Η πρὸς τὸν Ε: καὶ ὡς ἄρα Η πρὸς τὸν Ε, οὕτως Η πρὸς τὸν Ζ. Η ἄρα πρὸς ἑκάτερον τῶν Ε, Ζ τὸν αὐτὸν ἔχει λόγον: ἴσος ἄρα ἐστὶν Ε τῷ Ζ.
30

ἔστω δὴ πάλιν ἴσος Ε τῷ Ζ: λέγω, ὅτι ἐστὶν ὡς Α πρὸς τὸν Β, οὕτως Γ πρὸς τὸν Δ.

τῶν γὰρ αὐτῶν κατασκευασθέντων, ἐπεὶ ἴσος ἐστὶν Ε τῷ Ζ, ἔστιν ἄρα ὡς Η πρὸς τὸν Ε, οὕτως Η πρὸς τὸν Ζ. ἀλλ᾽ ὡς μὲν Η πρὸς τὸν Ε, οὕτως Γ πρὸς τὸν
35δ, ὡς δὲ Η πρὸς τὸν Ζ, οὕτως Α πρὸς τὸν Β. καὶ ὡς ἄρα Α πρὸς τὸν Β, οὕτως Γ πρὸς τὸν Δ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: