previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν εὐθεῖα γραμμὴ τμήματος ἑαυτῆς πενταπλάσιον δύνηται, τῆς διπλασίας τοῦ εἰρημένου τμήματος ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμα τὸ λοιπὸν μέρος ἐστὶ τῆς ἐξ ἀρχῆς εὐθείας.
5

εὐθεῖα γὰρ γραμμὴ ΑΒ τμήματος ἑαυτῆς τοῦ ΑΓ πενταπλάσιον δυνάσθω, τῆς δὲ ΑΓ διπλῆ ἔστω ΓΔ: λέγω, ὅτι τῆς ΓΔ ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμά ἐστιν ΓΒ.

Ἀναγεγράφθω γὰρ ἀφ᾽ ἑκατέρας τῶν ΑΒ, ΓΔ τετράγωνα
10τὰ ΑΖ, ΓΗ, καὶ καταγεγράφθω ἐν τῷ ΑΖ τὸ σχῆμα, καὶ διήχθω ΒΕ. καὶ ἐπεὶ πενταπλάσιόν ἐστι τὸ ἀπὸ τῆς ΒΑ τοῦ ἀπὸ τῆς ΑΓ, πενταπλάσιόν ἐστι τὸ ΑΖ τοῦ ΑΘ. τετραπλάσιος ἄρα ΜΝΞ γνώμων τοῦ ΑΘ. καὶ ἐπεὶ διπλῆ ἐστιν ΔΓ τῆς ΓΑ, τετραπλάσιον ἄρα
15ἐστὶ τὸ ἀπὸ ΔΓ τοῦ ἀπὸ ΓΑ, τουτέστι τὸ ΓΗ τοῦ ΑΘ. ἐδείχθη δὲ καὶ ΜΝΞ γνώμων τετραπλάσιος τοῦ ΑΘ: ἴσος ἄρα ΜΝΞ γνώμων τῷ ΓΗ. καὶ ἐπεὶ διπλῆ ἐστιν ΔΓ τῆς ΓΑ, ἴση δὲ μὲν ΔΓ τῇ ΓΚ, δὲ ΑΓ τῇ ΓΘ διπλῆ ἄρα καὶ ΚΓ τῆς ΓΘ, διπλάσιον ἄρα καὶ τὸ ΚΒ
20τοῦ ΒΘ. εἰσὶ δὲ καὶ τὰ ΛΘ, ΘΒ τοῦ ΘΒ διπλάσια: ἴσον ἄρα τὸ ΚΒ τοῖς ΛΘ, ΘΒ. ἐδείχθη δὲ καὶ ὅλος ΜΝΞ γνώμων ὅλῳ τῷ ΓΗ ἴσος: καὶ λοιπὸν ἄρα τὸ ΘΖ τῷ ΒΗ
25ἐστιν ἴσον. καί ἐστι τὸ μὲν ΒΗ τὸ ὑπὸ τῶν ΓΔΒ: ἴση γὰρ ΓΔ τῇ ΔΗ: τὸ δὲ ΘΖ τὸ ἀπὸ τῆς ΓΒ: τὸ ἄρα ὑπὸ τῶν ΓΔΒ ἴσον ἐστὶ τῷ ἀπὸ
30τῆς ΓΒ. ἔστιν ἄρα ὡς ΔΓ πρὸς τὴν ΓΒ, οὕτως ΓΒ πρὸς τὴν ΒΔ. μείζων δὲ ΔΓ τῆς ΓΒ: μείζων ἄρα καὶ ΓΒ τῆς ΒΔ. τῆς ΓΔ ἄρα εὐθείας ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμά
35ἐστιν ΓΒ.

ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμήματος ἑαυτῆς πενταπλάσιον δύνηται, τῆς διπλασίας τοῦ εἰρημένου τμήματος ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμα τὸ λοιπὸν μέρος ἐστὶ τῆς ἐξ ἀρχῆς εὐθείας: ὅπερ ἔδει δεῖξαι.
40

λῆμμα

ὅτι δὲ διπλῆ τῆς ΑΓ μείζων ἐστὶ τῆς ΒΓ, οὕτως δεικτέον.

εἰ γὰρ μή, ἔστω, εἰ δυνατόν, ΒΓ διπλῆ τῆς ΓΑ. τετραπλάσιον ἄρα τὸ ἀπὸ τῆς ΒΓ τοῦ ἀπὸ τῆς ΓΑ:
45πενταπλάσια ἄρα τὰ ἀπὸ τῶν ΒΓ, ΓΑ τοῦ ἀπὸ τῆς ΓΑ. ὑπόκειται δὲ καὶ τὸ ἀπὸ τῆς ΒΑ πενταπλάσιον τοῦ ἀπὸ τῆς ΓΑ: τὸ ἄρα ἀπὸ τῆς ΒΑ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΒΓ, ΓΑ: ὅπερ ἀδύνατον. οὐκ ἄρα ΓΒ διπλασία ἐστὶ τῆς ΑΓ. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ἐλάττων τῆς
50ΓΒ διπλασίων ἐστὶ τῆς ΓΑ: πολλῷ γὰρ μεῖζον τὸ ἄτοπον.

ἄρα τῆς ΑΓ διπλῆ μείζων ἐστὶ τῆς ΓΒ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: