previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν κύβου τῶν ἀπεναντίον ἐπιπέδων αἱ πλευραὶ δίχα τμηθῶσιν, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβληθῇ, κοινὴ τομὴ τῶν ἐπιπέδων καὶ τοῦ κύβου διάμετρος δίχα τέμνουσιν ἀλλήλας.
5

κύβου γὰρ τοῦ ΑΖ τῶν ἀπεναντίον ἐπιπέδων τῶν ΓΖ, ΑΘ αἱ πλευραὶ δίχα τετμήσθωσαν κατὰ τὰ Κ, Λ, Μ, Ν, Ξ, Π, Ο, Ρ σημεῖα, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβεβλήσθω τὰ ΚΝ, ΞΡ, κοινὴ δὲ τομὴ τῶν ἐπιπέδων ἔστω ΥΣ, τοῦ δὲ ΑΖ κύβου διαγώνιος ΔΗ. λέγω, ὅτι ἴση ἐστὶν μὲν
10ΥΤ τῇ ΤΣ, δὲ ΔΤ τῇ ΤΗ.

ἐπεζεύχθωσαν γὰρ αἱ ΔΥ, ΥΕ, ΒΣ, ΣΗ. καὶ ἐπεὶ παράλληλός ἐστιν ΔΞ τῇ ΟΕ, αἱ ἐναλλὰξ γωνίαι αἱ ὑπὸ ΔΞΥ, ΥΟΕ ἴσαι ἀλλήλαις εἰσίν. καὶ ἐπεὶ ἴση ἐστὶν μὲν ΔΞ τῇ ΟΕ, δὲ ΞΥ τῇ ΥΟ, καὶ γωνίας ἴσας περιέχουσιν,
15βάσις ἄρα ΔΥ τῇ ΥΕ ἐστιν ἴση, καὶ τὸ ΔΞΥ τρίγωνον τῷ ΟΥΕ τριγώνῳ ἐστὶν ἴσον καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι: ἴση ἄρα ὑπὸ ΞΥΔ γωνία τῇ ὑπὸ ΟΥΕ γωνίᾳ. διὰ δὴ τοῦτο εὐθεῖά ἐστιν ΔΥΕ. διὰ τὰ αὐτὰ δὴ καὶ ΒΣΗ εὐθεῖά ἐστιν, καὶ ἴση ΒΣ τῇ ΣΗ.
20καὶ ἐπεὶ ΓΑ τῇ ΔΒ ἴση ἐστὶ καὶ παράλληλος, ἀλλὰ ΓΑ καὶ τῇ ΕΗ ἴση τέ ἐστι καὶ παράλληλος, καὶ ΔΒ ἄρα τῇ ΕΗ ἴση τέ ἐστι καὶ παράλληλος. καὶ ἐπιζευγνύουσιν αὐτὰς εὐθεῖαι αἱ ΔΕ, ΒΗ: παράλληλος ἄρα ἐστὶν ΔΕ τῇ ΒΗ. ἴση ἄρα μὲν ὑπὸ ΕΔΤ γωνία τῇ ὑπὸ ΒΗΤ:
25ἐναλλὰξ γάρ: δὲ ὑπὸ ΔΤΥ τῇ ὑπὸ ΗΤΣ. δύο δὴ τρίγωνά ἐστι τὰ ΔΤΥ, ΗΤΣ τὰς δύο γωνίας ταῖς δυσὶ γωνίαις ἴσας ἔχοντα καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην τὴν ὑποτείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν τὴν ΔΥ τῇ ΗΣ: ἡμίσειαι γάρ εἰσι τῶν ΔΕ, ΒΗ: καὶ τὰς λοιπὰς πλευρὰς ταῖς λοιπαῖς
30πλευραῖς ἴσας ἕξει. ἴση ἄρα μὲν ΔΤ τῇ ΤΗ, δὲ ΥΤ τῇ ΤΣ.

ἐὰν ἄρα κύβου τῶν ἀπεναντίον ἐπιπέδων αἱ πλευραὶ δίχα τμηθῶσιν, διὰ δὲ τῶν τομῶν ἐπίπεδα ἐκβληθῇ, κοινὴ τομὴ τῶν ἐπιπέδων καὶ τοῦ κύβου διάμετρος δίχα
35τέμνουσιν ἀλλήλας: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: