previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΑΡΑΚΑΤΑΒΟΑΗ

ΠΑΡΑΚΑΤΑΒΟΑΗ καὶ ΠΑΡΑΚΑΤΑΒΑΛΛΕΙΝ: οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν: καὶ τούτου ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν ὅτι τὸ ε μέρος τοῦ ἀμφισβητιυμένου κατετίθετο. περὶ μὲν οὖν τῶν δημοσίων πολλαχοῦ εἴρηται τῷ Λυσίᾳ, ὥσπερ ἔν τε τῷ πρὸς Ἀλκιβιάδην περὶ οἰκίας καὶ ἐν τῷ πρὸς Ἀσωπόδωρον περὶ οἰκίας, περὶ δὲ τῶν κληρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δευτέρῳ. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησὶκαὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρα- καταβολάς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: