previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εἰς τοῦτο γὰρ ὑπέμεινεν κύριος παραδοῦναι τὴν σάρκα εἰς καταφθοράν, ἵνα τῇ ἀφέσει τῶν ἁμαρτιῶν ἁγνισθῶμεν, ἐστιν ἐν τῷ αἵματι τοῦ ῥαντίσματος αὐτοῦ. 1 [2] γέγραπται γὰρ περὶ αὐτοῦ μὲν πρὸς τὸν Ἰσραήλ, δὲ πρὸς 2 ἡμᾶς, λέγει δὲ οὕτως: Ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν: τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν: ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν. [3] οὐκοῦν ὑπερευχαριστεῖν ὀφείλομεν τῷ κυρίῳ, ὅτι καὶ τὰ παρεληλυθότα ἡμῖν ἐγνώρισεν καὶ ἐν τοῖς ἐνεστῶσιν ἡμᾶς ἐσόφισεν. καὶ εἰς τὰ μέλλοντα οὐκ 3 ἐσμὲν ἀσύνετοι. [4] λέγει δὲ γραφή: Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. τοῦτο λέγει, ὅτι δικαίως ἀπολεῖται ἄνθρωπος, ὃς ἔχων ὁδοῦ δικαιοσύνης γνῶσιν ἑαυτὸν εἰς ὁδὸν σκότους ἀποσυνέχει. [5] ἔτι δὲ καὶ τοῦτο, ἀδελφοί μου: εἰ κύριος ὑπέμεινεν παθεῖν περὶ τῆς ψυχῆς ἡμῶν, ὢν παντὸς τοῦ κόσμου κύριος εἶπεν 4 θεὸς ἀπὸ καταβολῆς κόσμου: Ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμετέραν: πῶς οὖν ὑπέμεινεν ὑπὸ χειρὸς ἀνθρώπων παθεῖν; [6] μάθετε. οἱ προφῆται, ἀπ̓ αὐτοῦ ἔχοντες τὴν χάριν, εἰς αὐτὸν ἐπροφήτευσαν: αὐτὸς δέ, ἵνα 5 καταργήσῃ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν 6 δείξῃ, ὅτι ὲν σαρκὶ ἕδει αὐτὸν φανερωθῆναι, [p. 356] ὑπέμεινεν, [7] ἵνα τοῖς πατράσιν τὴν ἐπαγγελίαν ἀποδῷ, καὶ αὐτὸς ἑαυτῷ τὸν λαὸν τὸν καινὸν ἑτοιμάζων ἐπιδείξῃ ἐπὶ τῆς γῆς ὤν, ὅτι τὴν ἀνάστασιν αὐτὸς ποιήσας κρινεῖ. [8] πέρας γέ τοι διδάσκων τὸν Ἰσραὴλ καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ποιῶν ἐκήρυσσεν, καὶ ὑπερηγάπησεν αὐτόν. [9] ὅτε δὲ τοὺς ἰδίους ἀποστόλους τοὺς μέλλοντας κηρύσσειν τὸ εὐαγγέλιον αὐτοῦ ἐξελέξατο, ὄντας ὑπὲρ πᾶσαν ἁμαρτίαν ἀνομωτέρους, 7 ἵνα δείξῃ, ὅτι οὐκ ἦλθεν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, τότε ἐφανέρωσεν ἑαυτὸν εἶναι υἱὸν θεοῦ. [10] εἰ γὰρ μὴ ἦλθεν ἐν σαρκί, οὐδ̓ ἄν πως 8 οἱ ἄνθρωποι ἐσώθησαν βλέποντες αὐτόν, ὅτε τὸν μέλλοντα μὴ εἶναι ἥλιον, ἔργου τῶν χειρῶν αὐτοῦ ὑπάρχοντα, ἐμβλέποντες οὐκ ἰσχύουσιν εἰς τὰς ἀκτῖνας αὐτοῦ ἀντοφθαλμῆσαι: [11] οὐκοῦν υἱὸς τοῦ θεοῦ εἰς τοῦτο ἐν σαρκὶ ἦλθεν, ἵνα τὸ τέλειον τῶν ἁμαρτιῶν ἀνακεφαλαιώσῃ τοῖς διώξασιν ἐν θανάτῳ τοὺς προφήτας αὐτοῦ. [12] οὐκοῦν εἰς τοῦτο ὑπέμεινεν. λέγει γὰρ θεὸς τὴν πληγὴν 9 τῆς σαρκὸς αὐτοῦ ὅτι ἐξ αὐτῶν: Ὅταν πατάξωσιν τὸν ποιμένα ἑαυτῶν, τότε ἀπολεῖται τὰ πρόβατα τῆς ποίμνης. [13] αὐτὸς δὲ ἠθέλησεν οὕτω παθεῖν: ἔδει γάρ, ἵνα ἐπὶ ξύλου πάθῃ. 10 λέγει γὰρ προφητεύων ἐπ̓ αὐτῷ. Φεῖσαί μου 11 τῆς ψυχῆς ἀπὸ ῥομφαίας, καί: Καθήλωσόν μου τὰς σάρκας, ὅτι πονηρευομένων συναγωγαὶ ἐπανέστησάν 12 νέστησάν μοι. [14] καὶ πάλιν λέγει: Ἰδού, τέθεικά μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας εἰς ῥαπίσματα. τὸ δὲ πρόσωπόν μου ἔθηκα ὡς στερεὰν πέτραν. [p. 358]

1 ai(/mati tou= r(anti/smatos au)tou= N, r(anti/smati au)tou= tou/ ai(/matos CL, a natural correction of the more difficult phrase.

2 Is, 53, 5. 7

3 Prov. 1, 17

4 Gen. 1, 26

5 II Tim. 1, 10

6 I Tim. 8, 16

7 Mk. 8, 17

8 ou)d a)/n pws *n, ou)d) a)/n C, pw=s a)/n GL.

9 Zach. 16,6 7. of. Mt. 26, 91

10 Ps. 22, 40

11 Ps. 110, 120;

12 Is. 50, 6. 7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: