Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
λέγει δὲ πάλιν τῷ Μωῡσῇ, 1
πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων,
καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους, ὅτι διὰ
τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον:
λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵνα
ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν,
ὅτι, ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ̓ αὐτῷ, εἰς
τὸν αἰῶνα πολεμηθήσονται. τίθησιν οὖν Μωϋσῆς
ἓν ἐφ̓ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ ὑψηλότερος
σταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ
[p. 384]
οὕτως πάλιν ἐνίκα ὁ Ἰσραήλ. εἶτα, ὁπόταν καθεῖλεν,
ἐθανατοῦντο.
1 tw=| *mwush=| NC, e)n tw=| *mwush=| GL ‘in Moses’ i.e. in the ‘Pentateuch’ shich sas spoken of as ‘Moses.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.