Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
πάλιν λέγει Μωϋσῆς:
1 Φάγεσθε πᾶν διχηλοῦν καὶ μαρυκώμενον. τί λέγει;
ὅτι τὴν τροφὴν λαμβάνων οἶδεν τὸν τρέφοντα αὐτὸν
καὶ ἐπ̓ αὐτῷ ἀναπαυόμενος εὐφραίνεσθαι δοκεῖ.
καλῶς εἶπεν βλέπων τὴν ἐντολήν. τί οὖν λέγει;
κολλᾶσθε μετὰ τῶν φοβουμένων τὸν κύριον, μετὰ
τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν
τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων τὰ διδαιώματα
κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων, ὅτι ἡ
μελέτη ἐστὶν ἔργον εὐφροσύνης, καὶ ἀναμαρυκωμένων
τὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτι
ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ
τὸν ἅγιον αἰῶνα ἐκδέχεται. βλέπετε, πῶς ἐνομοθέτησεν
Μωϋσῆς καλῶς.
1 Lev. 11, 8; Deut. 14, 8
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.