Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐξηγεῖτο δὲ ὡς δεῖ αὐτὸν
ἐν τῷ πολέμῳ τρωθῆναι, καὶ ὅτι οὐδεὶς αὐτὸν οἷός
τε ἔσται ὑγιῆ ποιῆσαι ἢ αὐτή: ἑκάστοτε δὲ ἐπιλεγομένης
αὐτῆς, ἐκεῖνος οὐκ εἴα μεμνῆσθαι. Χρόνου
δὲ προϊόντος ἐπειδὴ Ἑλένην ἔγημεν, ἡ μὲν Οἰνώνη
μεμφομένη τῶν πραχθέντων τὸν Ἀλέξανδρον εἰς
Κεβρῆνα, ὅθενπερ ἦν γένος, ἀπεχώρησεν: ὁ δέ,
παρήκοντος ἤδη τοῦ πολέμου, διατοξευόμενος Φιλοκτήτῃ
τιτρώσκεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.