Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Διαφόρως δὲ ἱστορεῖται περὶ Κυζίκου τοῦ Αἰνέου:
οἱ μὲν γὰρ αὐτὸν ἔφασαν ἁρμοσάμενον Λάρισαν
τὴν Πιάσου, ᾗ ὁ πατὴρ ἐμίγη πρὸ γάμου, μαχόμενον
ἀποθανεῖν: τινὲς δὲ προσφάτως γήμαντα Κλείτην
συμβαλεῖν δἰ ἄγνοιαν τοῖς μετὰ Ἰάσονος ἐπὶ τῆς
Ἀργοῦς πλέουσι, καὶ οὕτως πεσόντα πᾶσι μὲν τοῖς
ἄλλοις ἀλγεινὸν πόθον ἐμβαλεῖν, ἐξόχως δὲ τῇ Κλείτῃ:
ἰδοῦσα γὰρ αὐτὸν ἐρριμμένον, περιεχύθη καὶ
πολλὰ κατωδύρατο, νύκτωρ δὲ λαθοῦσα τὰς θεραπαινίδας
ἀπό τινος δένδρου ἀνήρτησεν ἑαυτήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.