Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ
γὰρ ὁ μειρακίσκος αὐτῆς ἀναφανδὸν ὑπεκάετο, ὥστε
πάντας ἀνὰ στόμα ἔχειν τὴν ὁμιλίαν αὐτῶν. Δἰ ἣν
αἰτίαν δυσαναχετήσας ὁ Κλεώνυμος καὶ ἄλλως δὲ
οὐκ ἀρεσκόμενος τοῖς Λακεδαιμονίοις ἔθεσιν, ἐπεραιώθη
πρὸς Πύρρον εἰς Ἤπειρον καὶ αὐτὸν ἀναπείθει
πειρᾶσθαι τῆς Πελοποννήσου, ὡς εἴ γε ἐντόνως
ἅψαιντο τοῦ πολέμου, ῥᾳδίως ἐκπολιορκήσοντες
τὰς ἐν αὐτῇ πόλεις: ἔφη δὲ καὶ αὐτῷ τι ἤδη προδιειργάσθαι,
ὥστε καὶ στάσιν ἐγγενέσθαι τισὶ τῶν πόλεων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.