previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δε λψρξο

Ἁρπασθείσης Ἰοῦς τῆς Ἀργείας ὑπὸ λῃστῶν, πατὴρ αὐτῆς Ἴναχος μαστῆράς τε καὶ ἐρευνητὰς ἄλλους καθῆκεν, ἐν δὲ αὐτοῖς Λύρκον τὸν Φορωνέως, ὃς μάλα πολλὴν γῆν ἐπιδραμὼν καὶ πολλὴν θάλασσαν περαιωθείς, τέλος, ὡς οὐχ εὕρισκεν, ἀπεῖπε τὸν κάματον: καὶ εἰς μὲν Ἄργος δεδοικὼς τὸν Ἴναχον οὐ μάλα τι κατῄει, ἀφικόμενος δὲ εἰς Καῦνον πρὸς Αἰγιαλὸν γαμεῖ αὐτοῦ τὴν θυγατέρα Εἱλεβίην: ἔφασαν γὰρ τὴν κόρην ἰδοῦσαν τὸν Λύρκον εἰς ἔρωτα [p. 4] ἐλθεῖν καὶ πολλὰ τοῦ πατρὸς δεηθῆναι κατασχεῖν αὐτόν: δὲ τῆς τε βασιλείας μοῖραν οὐκ ἐλαχίστην ἀποδασάμενος καὶ τῶν λοιπῶν ὑπαργμάτων γαμβρὸν εἶχεν. [2] Χρόνου δὲ πολλοῦ προϊόντος ὡς τῷ Λύρκῳ παῖδες οὐκ ἐγίνοντο, ἦλθεν εἰς Διδυμέως χρησόμενος περὶ γονῆς τέκνων: καὶ αὐτῷ θεσπίζει θεὸς παῖδας φύσειν, ἂν ἐκ τοῦ ναοῦ χωρισθεὶς πρώτῃ συγγένηται: δὲ μάλα γεγηθὼς ἠπείγετο πρὸς τὴν γυναῖκα πειθόμενος κατὰ νοῦν ἂν αὐτῷ χωρήσειν τὸ μαντεῖον. [3] Ἐπεὶ δὲ πλέων ἀφίκετο ἐς Βύβασσον πρὸς Στάφυλον τὸν Διονύσου, μάλα φιλοφρόνως ἐκεῖνος αὐτὸν ὑποδεχόμενος εἰς πολὺν οἶνον προυτρέψατο, κἀπειδὴ πολλῇ μέθῃ παρεῖτο, συγκατέκλινεν αὐτῷ Ἡμιθέαν τὴν θυγατέρα. Ταῦτα δὲ ἐποίει προπεπυσμένος τὸ τοῦ χρηστηρίου καὶ βουλόμενος ἐκ ταύτης αὐτῷ παῖδας γενέσθαι. [4] Δἰ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ: τοσοῦτος ἀμφοτέρας κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ ὑστεραίᾳ οἷα ἐδεδράκει καὶ τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ: ὕστερον δέ, μηδὲν ἔχων τι ποιῇ, περιελόμενος τὴν ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν. [5] Αἰγιαλὸς δὲ ὡς ᾔσθετο τά τε κατὰ τὸ χρηστήριον καὶ τὴν Ἡμιθέαν, ἤλαυνεν τῆς γῆς αὐτόν. Ἔνθα δὴ μάχη συνεχὴς ἦν τοῖς τε τῷ Λύρκῳ προσθεμένοις καὶ τοῖς τὰ Αἰγιαλοῦ φρονοῦσι: μάλιστα δὲ συνεργὸς ἐγίνετο Εἱλεβίη: οὐ γὰρ ἀπεῖπεν τὸν Λύρκον. [6] Μετὰ δὲ ταῦτα ἀνδρωθεὶς ἐξ Ἡμιθέας καὶ Λύρκου [p. 5] ῾Βασίλος αὐτῷ ὄνομἀ ἦλθεν εἰς τὴν Καυνίαν, καὶ αὐτὸν γνωρίσας Λύρκος ἤδη γηραιὸς ὢν ἡγεμόνα καθίστησι τῶν σφετέρων λαῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: