Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ἀγχίνους μὲν στρατηγός τις πολλοὺς ὁρῶν
τοὺς πολεμίους αὐτὸς ἐλάττοσι στρατιώταις
μέλλων κινδυνεύειν ἐξελέξατο καὶ ἐπετήδευσε
τοιούτων ἐπιτυχεῖν τόπων, ἐν οἷς ἢ παρὰ ποταμίαν
ὀφρὺν ταξάμενος ἀπωθεῖται ταύτῃ τὴν
κύκλωσιν τῶν πολεμίων, ἢ παρώρειαν ἐκλεξάμενος
αὐτοῖς τοῖς ὄρεσιν ἀποκλείσει τοὺς ὑπερκεράσαι
βουλομένους, ὀλίγους ἐπιστήσας ἐπὶ τῶν
[p. 454]
ὑψηλῶν τοὺς ἀποκωλύσοντας ὑπὲρ κεφαλὴν
ἀναβάντας γίγνεσθαι τοὺς πολεμίους.