Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ ἐν τοῖς τραχέσι τόποις τάττειν
τοὺς ψιλούς
Εἰ δὲ συμβαίνοι γίγνεσθαι τὴν μάχην ἐν
χωρίοις τινὰς μὲν χθαμαλούς τινας δὲ βουνοειδεῖς
ἔχουσι τόπους, τότε δὴ μάλιστα τοὺς ψιλοὺς ἐν
τοῖς τραχέσιν ταττέτω, καὶ δή, κἂν αὐτὸς τὰ
πεδινὰ κατειλημμένος ᾖ, τῶν δὲ πολεμίων μέρη
τινὰ τῆς φάλαγγος ὀχθώδεις διακατέχῃ τόπους,
κατὰ τούτους ἐπαγέτω τοὺς ψιλούς: ῥᾷόν τε γὰρ
βαλόντες ὑποχωροῦσιν ἀπὸ τῶν τραχέων, ῥᾷστά
τε τοῖς ἀνάντεσιν ἐπαναθέουσιν, ἂν ἐλαφροὶ τυγχάνωσιν.