Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γὰρ συμβαίνει τὰ μὴ εὖ φύντα. δηλοῖ τέ τι καὶ
προπαλὴς φάρυγξ καὶ ὤμων πτέρυγες καὶ αὐχὴν
ἀνεστηκὼς καὶ ἄγαν ὑπολισθάνων καθ᾽ ὃ ξυμβάλλουσιν
αἱ κλεῖδες. καὶ μὴν καὶ αἱ ξυγκεκλῃμένοι τὰ
[p. 277]
πλευρὰ καὶ ῾οἰ̔ ἀναπεπταμένοι ὑπὲρ τὸ μέτριον
πολλὰ τοῦ νοσώδους ἐπισημαίνουσι: τοῖς μὲν γὰρ
πεπιέσθαι ἀνάγκη τὰ σπλάγχνα καὶ μὴ εὔρουν τὸ
πνεῦμα ἐκφέρειν, μηδὲ ἐσφέρειν ἐν τοῖς πόνοις,
φθορᾷ τε σιτίων συνεχεῖ ἁλίσκεσθαι, τοῖς δὲ βαρέα
τε εἶναι τὰ σπλάγχνα καὶ ἀπηρτημένα, ὥστε καὶ
ἀμβλὺ τὸ ἀπ᾽ αὐτῶν ῾εἶναἰ πνεῦμα καὶ ὁρμῇ ὕπτιον,
καὶ τὰ σιτία ἧττον διαδοθήσεται τούτοις ἐς γαστέρα
χωροῦντα μᾶλλον ἢ ἐς τροφὴν τοῦ σώματος.
ταυτὶ μὲν περὶ γονῆς τῶν ἀγωνιουμένων, τὸν
δὲ ἑκάστῳ τῶν ἀγωνισμάτων πρόσφορον ὧδε χρὴ ἐξετάζειν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.