Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ Πουλυδάμας ᾑρήκει παρ᾽ Ὤχῳ τῷ Πέρσῃ. Μανδρογένους
δὲ τοῦ Μάγνητος αὐτὸς ἤκουσα τὴν καρτερίαν,
ᾗ ἐκέχρητο ἐφ᾽ ἡλικίας ἐς τὸ παγκράτιον,
τῷ γυμναστῇ ἀνατιθέντος: τεθνάναι μὲν γὰρ τὸν
πατέρα ἔλεγεν, ἐπὶ μητρὶ δὲ εἶναι τὸν οἶκον ἐρρωμένῃ
τε καὶ γυναικὸς πρόσω, πρὸς ἣν γράψαι τὸν
[p. 273]
γυμναστὴν ἐπιστολὴν τοιαύτην. ‘τὸν υἱὸν εἰ μὲν
τεθνεῶτα ἀκούσει, πίστευσον, εἰ δὲ ἡττώμενον, ἀπίστει.’
ταύτην δὲ ἔφασκεν ἀγάμενος τὴν ἐπιστολὴν
εὐψυχίαν ἐνδείξασθαι πᾶσαν, ὡς μήτε ὁ γυμναστὴς
ψεύσαιτο, μήτε ἡ μήτηρ ψευσθείη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.