Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁπόσα δὲ γυμνασταὶ ξυνεβάλοντο ἀθληταῖς ἢ
παρακελευσάμενοί τι ἢ ἐπιπλήξαντες ἢ ἀπειλήσαντες
[p. 272]
ἢ σοφισάμενοι, πολλὰ μὲν ταῦτα καὶ πλείω λόγου,
λεγέσθω δὲ τὰ ἐλλογιμώτερα. Γλαῦκον μὲν τοίνυν
τὸν Καρύστιον πύκτην ἀπιστούμενον ἐν Ὀλυμπίᾳ
τῷ ἀντιπάλῳ Τισίας ὁ γυμναστὴς ἐς νίκην ἤγαγε
παρακελευσάμενος τὰν ἀπ᾽ ἀρότρου πλῆξαι: τουτὶ
δὲ ἄρα ἦν ἡ τῆς δεξιᾶς ἐς τὸν ἀντίπαλον φορά: τὴν
γὰρ χεῖρα ἐκείνην ὁ Γλαῦκος οὕτω τι ἔῤῥωτο, ὡς
ὕνιν ἐν Εὐβοίᾳ ποτὲ καμφθεῖσαν ὀρθῶσαι σφυρηδὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.