previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


η

εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς: οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι, καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδὲ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης Σάμιος καὶ τοῦ Πέρσου μειρακίου Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ: ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ Ἀσκληπιὸς Ἀθηναίων καὶ Ζεὺς ἡμῶν καὶ Νεῖλος Αἰγυπτίων καὶ Ἥλιος πάντων. ξένη καὶ ψυχὴ τοῦ σώματος καὶ ἀηδὼν τοῦ ἔαρος καὶ χελιδὼν τῆς οἰκίας καὶ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἀλκυὼν τῆς πέτρας [p. 229] καὶ ἐλέφας Ῥωμαίων καὶ ὄρνις φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψικῶν: οὗτος μὲν ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον: ἀμείνων καὶ ἐραστὴς ξένος, ὅσῳ καὶ ἀνύποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: