previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ογ

Ἰουλίᾳ Σεβαστῇ. οὐδὲ θεσπέσιος Πλάτων τοῖς σοφισταῖς ἐβάσκηνεν, εἰ καὶ σφόδρα ἐνίοις δοκεῖ τοῦτο, ἀλλὰ φιλοτίμως πρὸς αὐτοὺς εἶχεν, ἐπειδὴ διεφοίτων θέλγοντες μικράς τε καὶ μείζους πόλεις τὸν Ὀρφέως καὶ Θαμύρου τρόπον, τοῦ δὲ βασκαίνειν ἀπεῖχε τοσοῦτον, ὅσον φιλοτιμία φθόνου: φθόνος μὲν γὰρ τρέφει τὰς μοχθηρὰς φύσεις, φιλοτιμία δὲ τὰς λαμπρὰς ἐγείρει, καὶ βασκαίνει μέν τις τὰ μὴ ἑαυτῷ ἐφικτά, δὲ ἄμεινον μὴ χεῖρον διαθήσεται, φιλοτιμεῖται πρὸς ταῦτα. γοῦν Πλάτων καὶ ἐς τὰς ἰδέας τῶν σοφιστῶν ἵεται καὶ οὔτε τῷ Γοργίᾳ παρίησι τὸ ἑαυτοῦ ἄμεινον γοργιάζειν πολλά τε κατὰ τὴν Ἱππίου καὶ Πρωταγόρου ἠχὼ φθέγγεται. ζηλωταὶ δὲ ἐγένοντο ἄλλοι μὲν ἄλλων, καὶ γὰρ δὴ καὶ τοῦ Γρύλλου φιλοτιμεῖται πρὸς τὸν τοῦ Προδίκου Ἡρακλέα, ὁπότε Πρόδικος τὴν κακίαν [p. 257] καὶ τὴν ἀρετὴν ἄγει παρὰ τὸν Ἡρακλέα καλούσας αὐτὸν ἐς βίου αἵρεσιν, Γοργίου δὲ θαυμασταὶ ἦσαν ἄριστοί τε καὶ πλεῖστοι: πρῶτον μὲν οἱ κατὰ Θετταλίαν Ἕλληνες, παρ᾽ οἷς τὸ ῥητορεύειν γοργιάζειν ἐπωνυμίαν ἔσχεν, εἶτα τὸ ξύμπαν Ἑλληνικόν, ἐν οἷς Ὀλυμπίασι διελέχθη κατὰ τῶν βαρβάρων ἀπὸ τῆς τοῦ νεὼ βαλβῖδος. λέγεται δὲ καὶ Ἀσπασία Μιλησία τὴν τοῦ Περικλέους γλῶτταν κατὰ τὸν Γοργίαν θῆξαι, Κριτίας δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρ᾽ αὐτοῦ κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον μὲν ὑπ᾽ εὐγλωττίας, δὲ ὑπὸ ῥώμης. καὶ Αἰσχίνης δὲ ἀπὸ τοῦ Σωκράτους, ὑπὲρ οὗ πρώην ἐσπούδαζες ὡς οὐκ ἀφανῶς τοὺς διαλόγους κολάζοντος, οὐκ ὤκνει γοργιάζειν ἐν τῷ περὶ τῆς Θαργηλίας λόγῳ, φησὶ γάρ που ὧδε: ‘Θαργηλία Μιλησία ἐλθοῦσα εἰς Θετταλίαν ξυνῆν Ἀντιόχῳ Θετταλῷ βασιλεύοντι πάντων Θετταλῶν.’ αἱ δὲ ἀποστάσεις αἵ τε προσβολαὶ τῶν λόγων Γοργίου ἐπεχωρίαζον πολλαχοῦ μέν, μάλιστα δὲ ἐν τῷ τῶν ἐποποιῶν κύκλῳ. πεῖθε δὴ καὶ σύ, βασίλεια, τὸν θαρσαλεώτερον τοῦ Ἑλληνικοῦ Πλούταρχον μὴ ἄχθεσθαι τοῖς σοφισταῖς, μηδὲ ἐς διαβολὰς καθίστασθαι τοῦ Γοργίου. εἰ δὲ οὐ πείθεις, σὺ μέν, οἵα σου σοφία καὶ μῆτις, οἶσθα, τί χρὴ ὄνομα θέσθαι τῷ τοιῷδε, ἐγὼ δὲ εἰπεῖν ἔχων οὐκ ἔχω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: