Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τῷ Διί,
ὅτε ἐκοιμᾶτο ἐν τῷ ὄρει τῇ
Ἴδῃ,
ἄνθη ἀνῆκεν ἡ γῆ λωτόν τε καὶ ὑάκινθον καὶ
κρόκον,
ῥόδα δὲ οὐ παρῆν,
πότερα ὡς μόνης Ἀφροδίτης
κτήματα,
παρ᾽ ἧς καὶ ταῦτα ἔδει τὴν Ἥραν
δανείσασθαι,
καθάπερ καὶ τὸν κεστὸν ἐδανείσατο,
ἢ ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός,
εἰ καὶ ταῦτα
παρῆν,
οἱ δὲ ἐδέοντο καὶ καθεύδειν τὸν Δία;
ὅταν
δὲ πνέῃ ῥόδα,
ἀνάγκη δήπου πᾶσα καὶ ἀνθρώποις
καὶ θεοῖς ἀγρυπνεῖν ἡδέως,
ἡ γὰρ εὐωδία δεινὴ
πᾶσαν ἡσυχίαν ἐξοικίσαι.
ταῦτα μὲν οὖν ἀφείσθω
Ὁμήρῳ καὶ τῇ τῶν ποιητῶν ἐξουσίᾳ,
σὺ δὲ ἀγροίκως
ἐποίησας μόνη κοιμηθεῖσα ἐν ῥόδοις καὶ σωφρονήσασα
[p. 236]
ἐν οὐ σώφροσιν.
ἢ γὰρ τῶν ἐραστῶν ἐχρῆν
σοι συμπαρεῖναί τινα ἢ ἐμὲ ἢ τὸν Δία,
πλὴν εἰ μὴ
προεθυμήθης,
ὦ καλή,
τὸν στέφανον τοῖς στέρνοις
προσαγαγοῦσα καινῷ μοιχῷ συμπλακῆναι.