previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ς


Ἀξιούσθω λόγου καὶ Οὔαρος ἐκ τῆς Πέργης. Οὐάρῳ πατὴρ μὲν Καλλικλῆς ἐγένετο ἀνὴρ ἐν τοῖς δυνατωτάτοις τῶν Περγαίων, διδάσκαλος δὲ Κοδρατίων ὕπατος ἀποσχεδιάζων τὰς θετικὰς ὑποθέσεις καὶ τὸν Φαβωρίνου τρόπον σοφιστεύων. πελαργὸν δὲ τὸν Οὔαρον οἱ πολλοὶ ἐπωνόμαζον διὰ τὸ πυρσὸν τῆς ῥινὸς καὶ ῥαμφῶδες, καὶ τοῦτο μὲν ὡς οὐκ ἀπὸ δόξης ἠστείζοντο, ἔξεστι συμβαλεῖν ταῖς εἰκόσιν, αἳ ἀνάκεινται ἐν τῷ τῆς Περγαίας ἱερῷ. δὲ χαρακτὴρ τοῦ λόγου τοιοῦτος: ‘ἐφ᾽ Ἑλλήσποντον ἐλθὼν ἵππον αἰτεῖς, ἐπ᾽ Ἄθω δὲ ἐλθὼν πλεῦσαι θέλεις: οὐκ οἶδας, ἄνθρωπε, τὰς ὁδούς; ἀλλ᾽ Ἑλλησπόντῳ γῆν ὀλίγην ἐπιβαλὼν ταύτην οἴει σοι μένειν, τῶν ὀρῶν μὴ μενόντων;’ ἐλέγετο δὲ ἀπαγγέλλειν ταῦτα λαμπρᾷ τῇ φωνῇ καὶ ἠσκημένῃ. ἐτελεύτα μὲν οὖν οἴκοι οὔπω γηράσκων καὶ ἐπὶ [p. 83] παισί, τὸ δὲ ἀπ᾽ αὐτοῦ γένος εὐδόκιμοι πάντες ἐν τῇ Πέργῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: