previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λβ


ἐπεὶ δὲ τύχη κράτιστον ἐπὶ πάντα τὰ ἀνθρώπεια, μηδὲ Ἡλιόδωρος ἀπαξιούσθω σοφιστῶν κύκλου παράδοξον ἀγώνισμα τύχης γενόμενος: ἐχειροτονήθη μὲν γὰρ ἀνὴρ οὗτος πρόδικος τῆς ἑαυτοῦ πατρίδος ἐς τὰ Κελτικὰ ἔθνη ξὺν ἑτέρῳ, νοσοῦντος δὲ θατέρου καὶ λεγομένου τοῦ βασιλέως διαγράφειν πολλὰς τῶν δικῶν διέδραμεν Ἡλιόδωρος ἐς τὸ στρατόπεδον δείσας περὶ τῇ δίκῃ, ἐσκαλούμενος δὲ θᾶττον ᾤετο ἐς τὸν νοσοῦντα ἀνεβάλλετο, ὑβριστὴς δὲ ὢν τὰς δίκας ἐσκαλῶν οὐ συνεχώρει ταῦτα, ἀλλὰ παρήγαγεν αὐτὸν ἐς τὰ δικαστήρια ἄκοντά τε καὶ τοῦ γενείου ἕλκων. ὡς δὲ ἔσω παρῆλθε καὶ θαρραλέον μὲν ἐς τὸν βασιλέα εἶδεν, καιρὸν δὲ ᾔτησεν ὕδατος, αὐτὴν δὲ τὴν παραίτησιν ἐντρεχῶς διέθετο εἰπὼνκαινόν σοι δόξει, μέγιστε αὐτοκράτορ, ἑαυτόν τις παραγραφόμενος μόνος ἀγωνίσασθαι τὴν δίκην ἐντολὰς οὐκ ἔχωνἀναπηδήσας αὐτοκράτωρ ἄνδρα τεοἷον οὔπω ἔγνωκα, τῶν ἐμαυτοῦ καιρῶν εὕρημακαὶ τὰ τοιαῦτα ἐκάλει τὸν Ἡλιόδωρον ἀνασείων τὴν χεῖρα καὶ τὸν κόλπον τῆς χλαμύδος. κατ᾽ ἀρχὰς μὲν οὖν ἐνέπεσέ τις καὶ ἡμῖν ὁρμὴ γέλωτος οἰομένοις, ὅτι διαπτύοι αὐτόν, ἐπεὶ δὲ ἱππεύειν αὐτῷ τε δημοσίᾳ ἔδωκε καὶ παισίν, ὁπόσους ἔχοι, ἐθαυμάζετο τύχη ὡς τὴν ἑαυτῆς ἰσχὺν ἐνδεικνυμένη διὰ τῶν οὕτω παραλόγων, καὶ πολλῷ πλέον τοῦτο ἐκ τῶν ἐφεξῆς ἐδηλοῦτο: ὡς γὰρ ξυνῆκεν Ἀράβιος, ὅτι κατὰ δαίμονα ἀγαθὸν τὰ πράγματα αὐτῷ προὔβαινεν, ἀπεχρήσατο τῇ φορᾷ τοῦ βασιλέως, καθάπερ τῶν [p. 125] ναυκλήρων οἱ τὰ ἱστία πλήρη ἀνασείοντες ἐν ταῖς εὐπλοίαις καὶ βασιλεῦ’, ἔφηἀνάθες μοι καιρὸν ἐς ἐπίδειξιν μελέτης’, καὶ βασιλεὺςἀκροῶμαι’, εἶπεκαὶ λέγε ἐς τόδε: Δημοσθένης ἐπὶ τοῦ Φιλίππου ἐκπεσὼν καὶ δειλίας φεύγων.’ μελετῶντι δὲ οὐ μόνον ἑαυτὸν εὔνουν παρεῖχεν, ἀλλ᾽ ἡτοίμαζε καὶ τὸν ἐξ ἄλλων ἔπαινον φοβερὸν βλέπων ἐς τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκούοντας. καὶ μὴν καὶ προὐστήσατο αὐτὸν τῆς μεγίστης τῶν κατὰ τὴν Ῥώμην συνηγοριῶν ὡς ἐπιτηδειότερον δικαστηρίοις καὶ δίκαις. ἀποθανόντος δὲ τοῦ βασιλέως προσετάχθη μέν τις αὐτῷ νῆσος, λαβὼν δὲ ἐν τῇ νήσῳ φονικὴν αἰτίαν ἀνεπέμφθη ἐς τὴν Ῥώμην ὡς ἀπολογησόμενος τοῖς τῶν στρατοπέδων ἡγεμόσι, δόξαντι δὲ αὐτῷ καθαρῷ εἶναι τῆς αἰτίας ἐπανείθη καὶ νῆσος. καὶ γηράσκει ἐν τῇ Ῥώμῃ μήτε σπουδαζόμενος μήτε ἀμελούμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: