previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κγ


Λολλιανὸς δὲ Ἐφέσιος προὔστη μὲν τοῦ Ἀθήνησι θρόνου πρῶτος, προὔστη δὲ καὶ τοῦ Ἀθηναίων δήμου στρατηγήσας αὐτοῖς τὴν ἐπὶ τῶν ὅπλων, δὲ ἀρχὴ αὕτη πάλαι μὲν κατέλεγέ τε καὶ [p. 39] ἐξῆγεν ἐς τὰ πολέμια, νυνὶ δὲ τροφῶν ἐπιμελεῖται καὶ σίτου ἀγορᾶς. θορύβου δὲ καθεστηκότος παρὰ τὰ ἀρτοπώλια καὶ τῶν Ἀθηναίων βάλλειν αὐτὸν ὡρμηκότων Παγκράτης κύων μετὰ ταῦτα ἐν Ἰσθμῷ φιλοσοφήσας παρελθὼν ἐς τοὺς Ἀθηναίους καὶ εἰπὼνΛολλιανὸς οὐκ ἔστιν ἀρτοπώλης, ἀλλὰ λογοπώληςδιέχεεν οὕτω τοὺς Ἀθηναίους, ὡς μεθεῖναι τοὺς λίθους διὰ χειρὸς αὐτοῖς ὄντας. σίτου δὲ ἐκ Θετταλίας ἐσπεπλευκότος καὶ χρημάτων δημοσίᾳ οὐκ ὄντων ἐπέτρεψεν Λολλιανὸς ἔρανον τοῖς αὐτοῦ γνωρίμοις, καὶ χρήματα συχνὰ ἠθροίσθη. καὶ τοῦτο μὲν ἀνδρὸς εὐμηχάνου δόξει καὶ σοφοῦ τὰ πολιτικά, ἐκεῖνο δὲ δικαίου τε καὶ εὐγνώμονος: τὰ γὰρ χρήματα ταῦτα τοῖς ξυμβαλομένοις ἀπέδωκεν ἐπανεὶς τὸν μισθὸν τῆς ἀκροάσεως.


ἔδοξε δὲ σοφιστὴς οὗτος τεχνικώτατός τε καὶ φρονιμώτατος τὸ ἐπιχειρηματικὸν ἐν ἐπινοίᾳ τεχνικῇ κείμενον ἱκανῶς ἐκπονῆσαι, καὶ ἑρμηνεῦσαι μὲν ἀποχρῶν, νοῆσαι δὲ καὶ τὰ νοηθέντα τάξαι ἀπέριττος. διαφαίνονται δὲ τοῦ λόγου καὶ λαμπρότητες λήγουσαι ταχέως, ὥσπερ τὸ τῆς ἀστραπῆς σέλας. δηλοῦται δὲ τοῦτο ἐν πᾶσι μέν, μάλιστα δὲ ἐν τοῖσδε: κατηγορῶν μὲν γὰρ τοῦ Λεπτίνου διὰ τὸν νόμον, ἐπεὶ μὴ ἐφοίτα τοῖς Ἀθηναίοις ἐκ τοῦ Πόντου σῖτος, ὧδε ἤκμασεν: ‘κέκλεισται τὸ στόμα τοῦ Πόντου νόμῳ καὶ τὰς Ἀθηναίων τροφὰς ὀλίγαι κωλύουσι συλλαβαί, καὶ ταὐτὸν δύναται Λύσανδρος ναυμαχῶν καὶ Λεπτίνης νομομαχῶν’. ἀντιλέγων δὲ τοῖς Ἀθηναίοις ἀπορίᾳ χρημάτων βουλευομένοις πωλεῖν τὰς νήσους ὧδε ἔπνευσεν: ‘λῦσον, Πόσειδον, τὴν ἐπὶ Δήλῳ χάριν, συγχώρησον αὐτῇ πωλουμένῃ [p. 40] φυγεῖν.’ ἐσχεδίαζε μὲν οὖν κατὰ τὸν Ἰσαῖον, οὗ δὴ καὶ ἠκροάσατο, μισθοὺς δὲ γενναίους ἐπράττετο τὰς συνουσίας οὐ μελετηρὰς μόνον, ἀλλὰ καὶ διδασκαλικὰς παρέχων. εἰκόνες δὲ αὐτοῦ Ἀθήνησι μία μὲν ἐπ᾽ ἀγορᾶς, ἑτέρα δὲ ἐν τῷ ἄλσει τῷ μικρῷ, αὐτὸς λέγεται ἐκφυτεῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: