previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ: κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ. δ᾽ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγόρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν Ἀπολλώνιος [p. 299] τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοιαῦτα κατήγοροςἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς. ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ κατὰ μίαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: