περὶ ψυχῆς δέ, ὡς ἀθάνατος εἴη, ἐφιλοσόφει ἔτι, διδάσκων μέν, ὅτι ἀληθὴς ὁ ὑπὲρ αὐτῆς λόγος, πολυπραγμονεῖν δὲ μὴ ξυγχωρῶν τὰ ὧδε μεγάλα: ἀφίκετο μὲν γὰρ ἐς τὰ Τύανα μειράκιον θρασὺ περὶ τὰς ἔριδας καὶ μὴ ξυντιθέμενον ἀληθεῖ λόγῳ, τοῦ δὲ Ἀπολλωνίου ἐξ ἀνθρώπων μὲν ἤδη ὄντος, θαυμαζομένου δ᾽ ἐπὶ τῇ μεταβολῇ καὶ μηδ᾽ ἀντιλέξαι θαρροῦντος μηδενός, ὡς οὐκ ἀθάνατος εἴη, [p. 343] λόγοι μὲν οἱ πλείους ὑπὲρ ψυχῆς ἐγίγνοντο, καὶ γὰρ νεότης τις ἦν αὐτόθι σοφίας ἐρῶντες, τὸ δὲ μειράκιον οὐδαμῶς τῇ τῆς ψυχῆς ἀθανασίᾳ ξυντιθέμενον ‘ἐγώ,’ ἔφη ‘ὦ παρόντες, τουτονὶ μῆνα δέκατον Ἀπολλωνίῳ διατελῶ εὐχόμενος ἀναφῆναί μοι τὸν ὑπὲρ ψυχῆς λόγον, ὁ δ᾽ οὕτω τέθνηκεν, ὡς μηδ᾽ ἐφίστασθαι δεομένῳ, μηδ᾽, ὡς ἀθάνατος εἴη, πείθειν.’ τοιαῦτα μὲν τὸ μειράκιον τότε, πέμπτῃ δὲ ἀπ᾽ ἐκείνης ἡμέρᾳ περὶ τῶν αὐτῶν σπουδάσαν κατέδαρθε μὲν οὗ διελέγετο, τῶν δὲ ξυσπουδαζόντων νέων οἱ μὲν πρὸς βιβλίοις ἦσαν, οἱ δ᾽ ἐσπούδαζον γεωμετρικοὺς ἐπιχαράττοντες τύπους τῇ γῇ, τὸ δ᾽, ὥσπερ ἐμμανές, ἀναπηδῆσαν ὠμόυπνον ἱδρῶτί τε πολλῷ ἐρρεῖτο καὶ ἐβόα ‘πείθομαί σοι.’ ἐρομένων δ᾽ αὐτὸ τῶν παρόντων, ὅ τι πέπονθεν, ‘οὐχ ὁρᾶτε’ ἔφη ‘ὑμεῖς Ἀπολλώνιον τὸν σοφόν, ὡς παρατυγχάνει τε ἡμῖν ἐπακροώμενος τοῦ λόγου καὶ περὶ ψυχῆς ῥαψῳδεῖ θαυμάσια;’ ‘ποῦ δ᾽ οὗτος;’ ἔφασαν ‘ὡς ἡμῖν γε οὐδαμοῦ φαίνεται καίτοι βουλομένοις ἂν τοῦτο μᾶλλον ἢ τὰ πάντων ἀνθρώπων ἀγαθὰ ἔχειν.’ καὶ τὸ μειράκιον ‘ἔοικεν ἐμοὶ μόνῳ διαλεξόμενος ἥκειν ὑπὲρ ὧν μὴ ἐπίστευον: ἀκούτἐ οὖν, οἷα τῷ λόγῳ ἐπιθειάζει:
καὶ σαφὴς οὗτος Ἀπολλωνίου τρίπους ἕστηκεν ὑπὲρ τῶν τῆς ψυχῆς ἀπορρήτων, ἵν᾽ εὔθυμοί τε καὶ τὴν αὑτῶν φύσιν εἰδότες, οἷ τάττουσι Μοῖραι, πορευοίμεθα. [p. 344] τάφῳ μὲν οὖν ἢ ψευδοταφίῳ τοῦ ἀνδρὸς οὐδαμοῦ προστυχὼν οἶδα καίτοι τῆς γῆς, ὁπόση ἐστίν, ἐπελθὼν πλείστην, λόγοις δὲ πανταχοῦ δαιμονίοις, καὶ ἱερὰ Τύανάδε βασιλείοις ἐκπεποιημένα τέλεσιν: οὐδὲ γὰρ βασιλεῖς ἀπηξίουν αὐτὸν ὧν αὐτοὶ ἠξιοῦντο.’
ἀθάνατος ψυχὴ κοὐ χρῆμα σόν, ἀλλὰ προνοίας,
ἡ μετὰ σῶμα μαρανθέν, ἅτ᾽ ἐκ δεσμῶν θοὸς ἵππος,
ῥηιδίως προθοροῦσα κεράννυται ἠέρι κούφῳ
δεινὴν καὶ πολύτλητον ἀποστέρξασα λατρείην:
σοι δὲ τί τῶνδ᾽ ὄφελος, ὅ ποτ᾽ οὐκέτ᾽ ἐὼν τότε δόξεις;
ἢ τί μετὰ ζῳοῖσιν ἐὼν περὶ τῶνδε ματεύεις;