previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θετταλοῦ δὲ ἀνδρός, ὄνομα Ἰσαγόρας, ξυνόντος αὐτῷ ἐν Ὀλυμπίᾳεἰπέ μοιἔφη Ἰσαγόρα, ἔστι τι πανήγυρις;’ ‘νὴ Δί᾽,’ εἶπετό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατ᾽ ἀνθρώπους.’ ‘τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δ᾽ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.’ ‘καὶ τίςἔφηὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου;’ ‘μεγίστηεἶπεκαὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν.’ καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ [p. 334] διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυθοῖ πάτριον. ‘ἔοικεν,’ ἔφηἈπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι πανήγυρις, ἀλλὰ καὶ θαυμασιωτέρας ὕλης αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα ξυγκαλεῖ καὶ ξυνοικίζει.’ ‘ἆρ᾽ οὖν,’ εἶπεν Ἰσαγόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα, ἑτέρας ἐπ᾽ αὐτῆς δέῃ δόξης;’ ‘τελεία,’ ἔφη Τυανεῦ, ἥδε δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ.’ ‘καὶ μὴν ἀτελὴςεἶπενἐνθυμουμένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον: δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδ᾽ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι μὲν καὶ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδ᾽ ἂν ἐγένοντο, εἰ μὴ δι᾽ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα, φύσεως δ᾽ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμφοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ ἀνθρώπων δήπου ἐγένετο, μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, δ᾽ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δ᾽ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθληταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς [p. 335] Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: