previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν Μέλης, εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι, διῄει τὸν λόγον καὶ ὅτι μηδ᾽ οἱ τύραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόνταςἀνόητε,’ εἶπενὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης: γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀποκτείνῃς, ἀναβιώσεται.’ ταῦτα ἐς Δομετιανὸν ἀφίκετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας: ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον ἀπολογησόμενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀπορρήτων: γὰρ ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπεκτονέναι δόξειν, ἀλλ᾽ ἐν ἐκείνῳ ἑαλωκότας, εἰ σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπολεῖσθαι [p. 260] σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοινωνοῦ τῆς αἰτίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: