previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν μὲν δὴ προάγωνα τῆς ἀπολογίας, ὃς δὴ ἐγένετο αὐτῷ πρὸς Δομετιανὸν ἰδίᾳ, τοιόνδε διαγράφει Δάμις, οἱ δὲ βασκάνως ταῦτα ξυνθέντες ἀπολελογῆσθαι μὲν αὐτόν φασι πρότερον, δεδέσθαι δὲ μετὰ ταῦτα, ὅτε δὴ κείρασθαι, καί τινα ἐπιστολὴν ἀνέπλασαν ξυγκειμένην μὲν ἰωνικῶς, τὸ δὲ μῆκος ἄχαρι, ἐν βούλονται τὸν Ἀπολλώνιον ἱκέτην τοῦ Δομετιανοῦ γίγνεσθαι παραιτούμενον ἑαυτὸν τῶν δεσμῶν. Ἀπολλώνιος δὲ τὰς μὲν διαθήκας τὰς ἑαυτοῦ τὸν Ἰώνιον ἑρμηνεύει τρόπον, ἐπιστολῇ δὲ ἰαστὶ ξυγκειμένῃ οὔπω Ἀπολλωνίου προσέτυχον, καίτοι ξυνειλοχὼς αὐτοῦ πλείστας, οὐδὲ μακρηγορίαν πω τοῦ ἀνδρὸς ἐν ἐπιστολῇ εὗρον, βραχεῖαι γὰρ καὶ ἀπὸ σκυτάλης πᾶσαι. καὶ μὴν καὶ νικῶν τὴν αἰτίαν ἀπῆλθε τοῦ δικαστηρίου, καὶ πῶς ἄν ποτε ἐδέθη μετὰ τὴν ἀφεῖσαν ψῆφον; ἀλλὰ μήπω τὰ ἐν τῷ δικαστηρίῳ: ἔτι καὶ τὰ ἐπὶ τῇ κουρᾷ καὶ ἅττα διελέχθη, λεγέσθω πρότερον, ἄξια γὰρ σπουδάσαι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: