previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ: χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ξυνῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύτευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ὲκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ: ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι Ἀκαρνὰν οὗτος, ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν ὡς μεμιασμένης ἑαυτῷ, τὴν δ᾽ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, δι᾽ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφ᾽ ὁμοίοις, ἀλλ᾽ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόρρω ἐκείνων, δ᾽ οὐ τοῦτ᾽ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, δι᾽ ἃς καὶ εἷρχθαι αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: