previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐδόκει τῷ Αἰλιανῷ εὖ λέγειν, καὶ παρακελευσάμενος αὐτῷ θαρρεῖν ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός, μηδ᾽ ἂν ῾εἰ Γοργείη κεφαλὴ ἐπ᾽ αὐτὸν αἴροιτο. καλέσας οὖν τοὺς προστεταγμένους τὰ τοιαῦτακελεύωἔφηξυνέχειν τοῦτον, ἔστ᾽ ἂν βασιλεὺς ἥκοντά τε αὐτὸν μάθῃ καὶ λέγοντα ὁπόσα εἴρηκε,’ καὶ ἐῴκει τοῖς μάλα ὠργισμένοις. παρελθὼν δὲ ἐς τὰ βασίλεια τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττεν. ἐνταῦθα Δάμις ἀπομνημονεύει ἔργου ὁμοίου τε καὶ ἀνομοίου τῷ ἐπ᾽ Ἀριστείδου ποτὲ Ἀθήνησιν: ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν ἐπ᾽ ἀρετῇ, ἔξω δὲ τείχους ἤδη ὄντι προσελθόντα τῶν ἀγροίκων τινὰ δεῖσθαι αὐτοῦ γράφειν τι αὐτῷ ἐπ᾽ Ἀριστείδην ὄστρακον. ἐκεῖνος μὲν οὔτε τὸν ἄνδρα εἰδὼς οὔτ᾽ αὐτὸ τὸ γράφειν, ἀλλὰ μόνον τὸν ὑπὲρ τοῦ δικαίου φθόνον, χιλίαρχος δὲ τῶν σφόδρα γιγνωσκόντων τὸν Ἀπολλώνιον προσειπὼν αὐτὸν ἤρετο κατὰ ὕβριν, ὑπὲρ ὅτου κινδυνεύοι, τοῦ δὲ οὐκ εἰδέναι φήσαντοςἀλλ᾽ ἐγὼἔφηοἶδα: τὸ γὰρ προσκυνεῖσθαί σε ὑπὸ τῶν ἀνθρώπων διαβέβληκεν ὡς ἴσων ἀξιούμενον τοῖς θεοῖς.’ ‘καὶ τίςεἶπεν προσκυνήσας ἐμέ;’ ‘ἐγὼἔφηἐν Ἐφέσῳ παῖς ἔτι ὤν, ὁπότε ἡμᾶς ἰάσω τοῦ λοιμοῦ.’ ‘καλῶς ποιῶνεἶπεναὐτός τε σὺ καὶ σωθεῖσα Ἐφεσίων πόλις.’ ‘διὰ ταῦτ᾽ οὖνἔφηκαὶ ἀπολογίαν ὑπὲρ σοῦ παρεσκεύακα, σε ἀπαλλάξει τῆς αἰτίας: ἴωμεν γὰρ ἔξω τείχους καὶ ἢν μὲν ἀποκόψω σου τὸν αὐχένα τῷ ξίφει, διαβέβληται αἰτία καὶ ἀφεῖσαι, ἢν δὲ ἐκπλήξῃς με καὶ μεθῶ τὸ ξίφος, θεῖόν τε ἀνάγκη νομίζεσθαί σε καὶ ὡς ἐπ᾽ ἀληθέσι κρίνεσθαι.’ τοσῷδε [p. 276] μὲν δὴ ἀγροικότερος οὗτος τοῦ τὸν Ἀριστείδην ἐλαύνοντος, ἔλεγε δὲ ταῦτα μασώμενός τε καὶ ξὺν γέλωτι, δ᾽ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ φασι τὸν Νεῖλον σχίζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: