previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀποπλεύσαντες δὲ τῆς Δικαιαρχίας τριταῖοι κατῆραν ἐς τὰς ἐκβολὰς τοῦ Θύμβριδος, ἀφ᾽ ὧν ξύμμετρος ἐς τὴν Ῥώμην ἀνάπλους. τὸ μὲν δὴ βασίλειον ξίφος ἦν ἐπ᾽ Αἰλιανῷ τότε, δ᾽ ἀνὴρ οὗτος πάλαι τοῦ Ἀπολλωνίου ἤρα ξυγγεγονώς ποτε αὐτῷ κατ᾽ Αἴγυπτον καὶ φανερὸν μὲν οὐδὲν ὑπὲρ αὐτοῦ πρὸς τὸν Δομετιανὸν ἔλεγεν, οὐ γὰρ ξυνεχώρει ἀρχή, τὸν γὰρ δοκοῦντα τῷ βασιλεῖ ἀπηχθῆσθαι πῶς μὲν ἂν πρὸς αὐτὸν ἐπῄνεσε, πῶς δ᾽ ἂν ὡς ἐπιτήδειον ἑαυτῷ παρῃτήσατο; τέχναι μὴν ὁπόσαι εἰσὶν ἀφανῶς ἀμύνουσαι, πάσαις ὑπὲρ αὐτοῦ ἐχρῆτο, ὅς γε καὶ τὸν χρόνον, ὅν, πρὶν ἥκειν, διεβάλλετο βασιλεῦ,’ ἔφηκουφολόγον οἱ σοφισταὶ χρῆμα καὶ ἀλαζὼν τέχνη, καὶ ἐπεὶ μηδὲν χρηστὸν τοῦ εἶναι ἀπολαύουσι, θανάτου γλίχονται, καὶ οὐ περιμένουσιν αὐτοῦ τὸ αὐτόματον, ἀλλ᾽ ἐπισπῶνται τὸν θάνατον ἐκκαλούμενοι τοὺς ἔχοντας ξίφη. ταῦθ᾽ ἡγοῦμαι καὶ Νέρωνα ἐνθυμηθέντα μὴ ὑπαχθῆναι ὑπὸ Δημητρίου ἀποκτεῖναι αὐτόν, ἐπεὶ γὰρ θανατῶντα ᾔσθετο, οὐ κατὰ ξυγγνώμην ἐπανῆκεν αὐτῷ τὸν θάνατον, ἀλλὰ καθ᾽ ὑπεροψίαν τοῦ κτεῖναι. καὶ μὴν καὶ Μουσώνιον τὸν Τυρρηνὸν πολλὰ τῇ ἀρχῇ ἐναντιωθέντα τῇ νήσῳ ξυνέσχεν, ὄνομα Γύαρα, καὶ οὕτω τι τῶν σοφιστῶν τούτων ἥττους Ἕλληνες, ὡς τότε μὲν κατὰ ξυνουσίαν αὐτοῦ ἐσπλεῖν πάντας, νυνὶ δὲ κατὰ [p. 272] ἱστορίαν τῆς κρήνης: ἐν γὰρ τῇ νήσῳ ἀνύδρῳ οὔσῃ πρότερον εὕρημα Μουσωνίου κρήνη ἐγένετο, ἣν ᾄδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: