previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπὸ τούτων Δάμις τῶν λόγων αὐτὸς μὲν οὕτω διατεθῆναί φησιν, ὡς ὁρμήν τε ἀναλαβεῖν καὶ [p. 270] θάρσος, τὸν Δημήτριον δὲ μὴ ἀπογνῶναι τοῦ ἀνδρός, ἀλλ᾽ ἐπαινέσαντα καὶ ξυνθέμενον οἷς εἶπεν ἐπιθειάσαι οἱ ὑπὲρ οὗ κινδυνεύει καὶ φιλοσοφίᾳ αὐτῇ, ὑπὲρ ἧς καρτερεῖ ταῦτα, ἡγεῖσθαί τε αὐτοῖς οὗ καταλύων ἐτύγχανε, τὸν δὲ Ἀπολλώνιον παραιτούμενον τοῦτοδείλη ἤδηφάναικαὶ χρὴ περὶ λύχνων ἁφὰς ἐς τὸν Ῥωμαίων λιμένα ἀφεῖναι, τουτὶ γὰρ ταῖς ναυσὶ ταύταις νόμιμον, ξυσσιτήσομεν δέ, ἐπειδὰν εὖ τἀμὰ ἔχῃ, νυνὶ γὰρ ἂν καὶ κατασκευασθείη τις αἰτία ἐπὶ σὲ ὡς ξυσσιτήσαντα τῷ τοῦ βασιλέως ἐχθρῷ, καὶ μηδὲ τὴν ἐπὶ τοῦ λιμένος μεθ᾽ ἡμῶν ἴθι, μὴ καὶ τὸ λόγου κεκοινωνηκέναι μοι διαβάλῃ σε ἐς ἀπορρήτους βουλάς.’ ξυνεχώρησε μὲν δὴ Δημήτριος καὶ περιβαλὼν αὐτοὺς ἀπῄει μεταστρεφόμενός τε καὶ τὰ δάκρυα ἀποψῶν, δὲ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμινεἰ μὲν ἔρρωσαιἔφηκαὶ θαρσεῖς ἅπερ ἐγώ, βαδίσωμεν ἄμφω ἐπὶ τὴν ναῦν, εἰ δὲ ἀθύμως ἔχεις, ὥρα σοι καταμένειν ἐνταῦθα, Δημητρίῳ γὰρ ξυνέσῃ τὸν χρόνον τοῦτον ἀνδρὶ σοί τε κἀμοὶ ἐπιτηδείῳ.’ ὑπολαβὼν δὲ Δάμιςκαὶ τίναἔφηνομιῶ ἐμαυτόν, εἰ τοιαῦτά σου διειλεγμένου σήμερον ὑπὲρ φίλων καὶ κοινωνίας κινδύνων, οἳ ἐπ᾽ αὐτοὺς ἥκουσιν, ἐγὼ δ᾽ ἀνήκοος τοῦ λόγου φεύγοιμί σε καὶ ἀποκινδυνεύοιμί σου, μήπω πρότερον κακὸς ὑπὲρ σοῦ δόξας;’ ‘ὀρθῶςἔφηλέγεις καὶ ἴωμεν, ἐγὼ μέν, ὡς ἔχω, σὲ δὲ χρὴ μετασκευάζειν σαυτὸν ἐς τὸ δημοτικώτερον καὶ μήτε κομᾶν, ὡς γοῦν ἔχεις, τρίβωνά τε ἀνταλλάττεσθαι τουτουὶ τοῦ λίνου καὶ τὸ ὑπόδημα παραιτεῖσθαι τοῦτο: τί δὲ βούλεταί μοι ταῦτα, χρὴ διαλεχθῆναι. λῷον γὰρ καὶ πλείω καρτερῆσαι πρὸ τῆς δίκης: οὐ δὴ βούλομαι κοινωνῆσαί ῾σέ᾽ μοι τούτων ξυλληφθέντα, ξυλληφθείης γὰρ ἂν διαβεβλημένου [p. 271] τοῦ σχήματος, ἀλλ᾽ ὡς μὴ φιλοσοφοῦντα μέν, ἐπιτήδειον δὲ ἄλλως ὄντα μοι ξυνέπεσθαί τε καὶ παρατυγχάνειν οἷς πράττω. βεβλημένου αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα, οὐ γὰρ ὡς κακίων γε αὐτὸ μεθεῖναί φησιν, οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ ξυμφέρον τοῦ καιροῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: