previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐμοὶ δέ,’ εἶπεν Τυανεῦ, περὶ ἀρχῆς καὶ βασιλείας τί ὑποθήσῃ; ‘ γεἔφησεαυτὸν πέπεικας, ὑποκείμενος γὰρ τῷ πατρὶ δῆλά που, ὡς ὁμοιώσῃ αὐτῷ: καὶ τὸν Ἀρχύτου δ᾽ ἂν εἴποιμι νυνὶ λόγον, γενναῖος γὰρ καὶ μαθεῖν ἄξιος: ἐγένετο Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός: οὗτος ὑπὲρ παίδων ἀγωγῆς γράφωνἔστωφησὶν πατὴρ παράδειγμα ἀρετῆς: τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυντονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶνταί σφισιν οἱ παῖδες.’ ἐγὼ δέ σοι καὶ Δημήτριον ξυστήσω τὸν ἐμαυτοῦ ἑταῖρον, ὃς ξυνέσται σοι ὁπόσα βούλει, διδάσκων, τί δεῖ πράττειν τὸν ἀγαθὸν ῾ἄρχοντα.’) ‘τίς δέ,’ ἔφηἈπολλώνιε, σοφία τοῦ ἀνδρὸς τούτου;’ ‘παρρησίαεἶπεκαὶ τὸ ἀληθεύειν ἐκπλήττεσθαί τε ὐπὸ μηδενός, ἐστὶ γὰρ τοῦ [p. 245] Κυνικοῦ κράτους.’ δυσχερῶς δὲ τοῦ Τίτου τὸν κύνα ἀκούσαντοςὉμήρῳ μέντοιἔφηνέος ὢν Τηλέμαχος καὶ δυοῖν ἐδόκει κυνῶν δεῖσθαι καὶ ξυμπέμπει αὐτοὺς ὀπαδοὺς τῷ μειρακίῳ ἐς τὴν τῶν Ἰθακησίων ἀγορὰν καίτοι ἀλόγους ὄντας, σοὶ δὲ ξυνέσται κύων, ὃς ὑπὲρ σοῦ τε πρὸς ἑτέρους καὶ πρὸς αὐτόν σε, εἴ τι ἁμαρτάνοις, σοφῶς ἅμα καὶ οὐδὲ ἀλόγως ὑλακτήσει.’ ‘δίδουεἶπετὸν ὀπαδὸν κύνα, ξυγχωρῶ δὲ αὐτῷ καὶ δακεῖν, εἴ τι με ἀδικοῦντα αἴσθοιτο.’ ‘γεγράψεταιἔφηπρὸς αὐτὸν ἐπιστολή, φιλοσοφεῖ δὲ ἐπὶ τῆς Ῥώμης.’ ‘γεγράφθω,’ εἶπενἐβουλόμην δ᾽ ἂν καὶ πρὸς σὲ ὑπὲρ ἐμοῦ τινα γράφειν, ὡς ἅμα τῆς ἐς τὴν Ῥώμην ὁδοῦ κοινωνὸς ἡμῖν γένοιο.’ ‘άφίξομαι,’ ἔφηὁπότε ἀμφοῖν λῷον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: