previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας, ἐπῄνει Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρωπείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφ᾽ αἵματι. ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπιστέλλει ὧδε: ‘Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν. μὴ βουληθέντι σοι ἐπ᾽ αἰχμῇ κηρύττεσθαι, μηδ᾽ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέφανον, ἐπειδὴ ἐφ᾽ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις. ἔρρωσο.’ ὑπερησθεὶς δὲ Τίτος τῇ ἐπιστολῇκαὶ ὑπὲρ ἐμαυτοῦἔφηχάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σόλυμα ᾕρηκα, σὺ δὲ ἐμέ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: