previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄνδρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλλως βοσκούσης ἠχὼ προσέβαλεν οἷον βροντῆς οὔπω σκληρᾶς, ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. καὶ Τιμασίωνἐγγὺςἔφη καταρράκτης, ἄνδρες, κατιόντων μὲν ὕστατος, ἀνιόντων δὲ πρῶτος.’ καὶ στάδια δέκα ἴσως προελθόντες ἰδεῖν φασι ποταμὸν ἐκδιδόμενον τοῦ ὄρους μείω οὐδὲν ἐν πρώταις ξυμβολαῖς Μαρσύας καὶ Μαίανδρος, προσευξάμενοι δὲ τῷ Νείλῳ χωρεῖν πρόσω καὶ θηρία μὲν οὐκέτι ὁρᾶν, ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς μᾶλλον τοῖς ῥαγδαίοις τε καὶ ἐνήχοις, ἑτέρου δὲ καταρράκτου ἀκοῦσαι μετὰ πεντεκαίδεκά που στάδια χαλεποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ αἰσθέσθαι, διπλασίω μὲν γὰρ εἶναι αὐτὸν τοῦ προτέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. ἑαυτοῦ μὲν οὖν καί τινος τῶν ἑταίρων οὕτω τι κτυπηθῆναι τὰ ὦτα Δάμις φησίν, ὡς αὐτός τε ἀναζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ χωρεῖν πρόσω, τὸν δὲ ἐρρωμένως ξύν τε τῷ Τιμασίωνι καὶ τῷ Νείλῳ τοῦ τρίτου καταρράκτου ἔχεσθαι, περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα: ἐπικρέμασθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀντικειμένην τοῖς ὄρεσιν ὀφρὺν εἶναι λιθοτομίας ἀρρήτου, τὰς δὲ πηγὰς ἀποκρεμαννυμένας τῶν ὀρῶν [p. 241] ὑπερπίπτειν ἐς τὴν πετρώδη ὄχθην, ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαινούσας τε καὶ λευκάς. τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολλαπλασίας αἱ πρότεραι οὔσας καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστορίαν τοῦ ῥεύματος. τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, ἄπορον δὲ ἐνθυμηθῆναι, πολλὰ γὰρ καὶ περὶ δαιμόνων ᾄδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνηται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφίστησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: