previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀναπνεῦσαι Δάμις ἑαυτόν φησιν, ἐπειδὴ ταῦτα ἤκουσεν: ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων οὕτω διατεθῆναι τοὺς Αἰγυπτίους, ὡς τὸν Θεσπεσίωνα μὲν καίτοι μέλανα ὄντα κατάδηλον εἶναι, ὅτι ἐρυθριῴη, φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν ἐφ᾽ οἷς ἐρρωμένως τε καὶ ξὺν εὐροίᾳ διαλεγομένου ἤκουσαν, τὸν νεώτατον δὲ τῶν Αἰγυπτίων, ὄνομα ἦν Νεῖλος, καὶ ἀναπηδῆσαί φησιν ὑπὸ θαύματος μεταστάντα τε πρὸς τὸν Ἀπολλώνιον ξυμβαλεῖν τε αὐτῷ τὴν χεῖρα καὶ δεῖσθαι αὐτοῦ τὰς ξυνουσίας, αἳ ἐγένοντο αὐτῷ πρὸς τοὺς Ἰνδούς, φράζειν. τὸν δὲ Ἀπολλώνιονσοὶ μὲν οὐδενὸς ἂνφάναι, ‘βασκήναιμι ἐγὼ λόγου φιληκόῳ τε, ὡς ὁρῶ, τυγχάνοντι καὶ σοφίαν ἀσπαζομένῳ πᾶσαν,’ Θεσπεσίωνι δὲ καὶ εἴ τις ἕτερος λῆρον τὰ Ἰνδῶν ἡγεῖται, μὴ ἂν ἐπαντλῆσαι τοὺς ἐκεῖθεν λόγους: ὅθεν Θεσπεσίωνεἰ δὲ ἔμποροςεἶπεν ναύκληρος ἦσθα καί τινα ἡμῖν ἀπῆγες ἐκεῖθεν φόρτον, ἆρα ἂν ἠξίους, ἐπειδὴ ἀπ᾽ Ἰνδῶν οὗτος, ἀδοκίμαστον αὐτὸν διατίθεσθαι καὶ μήτε γεῦμα παρέχειν αὐτοῦ μήτε δεῖγμα;’ ὑπολαβὼν δὲ Ἀπολλώνιοςπαρειχόμην ἂνεἶπε τοῖς γε χρῄζουσιν, εἰ δ᾽ ἥκων τις ἐπὶ τὴν θάλατταν καταπεπλευκυίας ἄρτι τῆς νεὼς ἐλοιδορεῖτο τῷ φόρτῳ καὶ διέβαλλε μὲν αὐτὸν ὡς ἥκοντα ἐκ γῆς, μηδὲν ὑγιὲς φέρει, ἐμοὶ δὲ ἐπέπληττεν ὡς οὐχ ὑπὲρ σπουδαίων ἀγωγίμων πλεύσαντι τούς τε ἄλλους ἔπειθεν οὕτω φρονεῖν, ἆρ᾽ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυραν πεῖσμα, ἀλλ᾽ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία [p. 225] μετεωρίσαι ἂν τὴν ναῦν ἐς τὸ πέλαγος ἀνέμοις ἐπιτρέψας τὰ ἑαυτοῦ ἥδιόν γε ἀκρίτοις τε καὶ ἀξένοις ἤθεσιν; ‘ἀλλ᾽ ἐγὼἔφη Νεῖλοςλαμβάνομαι τῶν πεισμάτων καὶ ἀντιβολῶ σε, ναύκληρε, κοινωνῆσαί μοι τῆς ἐμπορίας, ἣν ἄγεις, καὶ ξυνεμβαίην ἄν σοι τὴν ναῦν περίνεώς τε καὶ μνήμων τοῦ σοῦ φόρτου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: