Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης [p. 167] τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα: γήρως οὖν βωμὸν ἵδρυνται καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται, βωμοὶ δὲ ἐκεῖ καὶ πενίας καὶ τέχνης καὶ Ἡρακλέους Αἰγυπτίου καὶ ἕτεροι τοῦ Θηβαίου: τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα γῆν ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναί φασι τὰ Γάδειρα καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον: ἀσπάζεσθαι γοῦν Ἀθηναίους Ἑλλήνων μάλιστα καὶ Μενεσθεῖ τῷ Ἀθηναίῳ θύειν καὶ Θεμιστοκλέα δὲ τὸν ναύμαχον σοφίας τε καὶ ἀνδρείας ἀγασθέντες χαλκοῦν ἵδρυνται ἐννοῦν καὶ ὥσπερ χρησμῷ ἐφιστάντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.