Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δ᾽ αὖ φιλοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλοσοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός, οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐθέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος, δι᾽ ὃν ἐγένετο κρείττων ὀργῆς νενικηκυίας ἤδη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.