Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν ‘ἀλλ᾽ ἦ σὺ’ ἔφη ‘τυγχάνεις ὢν ὁ γαστριζόμενος;’ ‘καὶ θύω γε’ εἶπεν ‘ὑπὲρ τούτου’. ‘τί οὖν’ ἔφη ‘ἀπολέλαυκας τῆς βορᾶς ταύτης;’ ‘τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι: καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο’. ‘Ἡρακλέους’ ἔφη ‘ὄντος: σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι’.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.