Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μυηθεὶς δ᾽ Ἀθήνησιν, ἐμύει δ᾽ αὐτὸν ἱεροφάντης, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπ᾽ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλλάδος. ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐρρωμένως τῇ γῇ ἐμβάλλειν, ἀνακύψαντα δὲ ‘λυπῶ σε’, φάναι ‘ὦ Δημήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν [p. 179] ἔπαθες;’ καὶ ἐάσθω τὰ Μουσωνίου πλείω ὄντα καὶ θαυμασιώτερα, ὡς μὴ δοκοίην θρασύνεσθαι πρὸς τὸν ἀμελῶς αὐτὰ εἰπόντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.