Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρακλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δ᾽ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον: Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει [p. 166] δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν ξυμβάλοι τις ὁπόσα, μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. τὸ δὲ τῆς Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου, σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.