previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ μὴν καὶ περὶ τοῦ πῶς ἂν πόλεις ἀσφαλῶς οἰκοῖντο ξυνεφιλοσόφει τοῖς Σμυρναίοις, διαφερομένους ὁρῶν ἀλλήλοις καὶ μὴ ξυγκειμένους τὰς γνώμας: ἔλεγε γὰρ δὴ τὴν ὀρθῶς οἰκησομένην πόλιν ὁμονοίας στασιαζούσης δεῖσθαι, τούτου δὲ ἀπιθάνως τε καὶ οὐκ ἐς τὸ ἀκόλουθον εἰρῆσθαι δόξαντος, ξυνεὶς Ἀπολλώνιος, ὅτι μὴ ἕπονται οἱ πολλοὶ τῷ λόγῳλευκὸν μὲνἔφηκαὶ μέλαν οὐκ ἄν ποτε ταὐτὸν γένοιτο, οὐδ᾽ ἂν τῷ γλυκεῖ τὸ πικρὸν ὑγιῶς ξυγκραθείη, ὁμόνοια δὲ στασιάσει σωτηρίας ἕνεκα τῶν πόλεων. δὲ λέγω, τοιοῦτον ἡγώμεθα: στάσις μὲν [p. 129] ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, παιδοτροφίας τε δεῖ καὶ νόμων καὶ ἀνδρῶν, ἐφ᾽ οἷς λόγοι καὶ ἔργα, φιλοτιμία δὲ πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ καὶ πῶς ἂν μὲν γνώμης εἴποι βελτίω γνώμην, δ᾽ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, δὲ πρεσβεύσειεν, δ᾽ ἐξοικοδομήσαιτο λαμπρότερον τῆς ἑτέρου ἐπιστατείας, ἔρις, οἶμαι, αὕτη ἀγαθὴ καὶ στάσις πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ. τὸ δ᾽ ἄλλον ἄλλο ἐπιτηδεύοντας ἐς τὸ τῆς πόλεως ὄφελος ξυμφέρειν Λακεδαιμονίοις μὲν εὔηθες ἐδόκει πάλαι, τὰ γὰρ πολεμικὰ ἐξεπονεῖτό ῾σφισἰ καὶ ἐς τοῦτο ἔρρωντο πάντες καὶ τούτου μόνου ἥπτοντο, ἐμοὶ δ᾽ ἄριστον δοκεῖ τὸ πράττειν ἕκαστον, τι οἶδε καὶ τι δύναται. εἰ γὰρ μὲν ἀπὸ δημαγωγίας θαυμασθήσεται, δὲ ἀπὸ σοφίας, δὲ ἀπὸ τοῦ ἐς τὸ κοινὸν πλουτεῖν, δὲ ἀπὸ τοῦ χρηστὸς εἶναι, δὲ ἀπὸ τοῦ ἐμβριθὴς καὶ μὴ ξυγγνώμων τοῖς ἁμαρτάνουσιν, δὲ ἀπὸ τοῦ μὴ διαβεβλῆσθαι τὰς χεῖρας, εὖ κείσεται πόλις, μᾶλλον δὲ ἑστήξει.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: