Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κἀκεῖνο τῶν ἐν Λακεδαίμονι: ἐπιστολὴ ἐκ βασιλέως Λακεδαιμονίοις ἧκεν ἐπίπληξιν ἐς τὸ κοινὸν αὐτῶν φέρουσα, ὡς ὑπὲρ τὴν ἐλευθερίαν ὑβριζόντων, ἐκ διαβολῶν δὲ τοῦ τῆς Ἑλλάδος ἄρχοντος ἐπέσταλτο αὐτοῖς ταῦτα. οἱ μὲν δὴ Λακεδαιμόνιοι ἀπορίᾳ εἴχοντο καὶ ἡ Σπάρτη πρὸς ἑαυτὴν ἤριζεν, εἴτε χρὴ παραιτουμένους τὴν ὀργὴν τοῦ βασιλέως εἴτε ὑπερφρονοῦντας ἐπιστέλλειν: πρὸς ταῦτα ξύμβουλον [p. 152] ἐποιοῦντο τὸν Ἀπολλώνιον τοῦ τῆς ἐπιστολῆς ἤθους, ὁ δέ, ὡς εἶδε διεστηκότας, παρῆλθέ τε ἐς τὸ κοινὸν αὐτῶν καὶ ὧδε ἐβραχυλόγησε: ‘Παλαμήδης εὗρε γράμματα οὐχ ὑπὲρ τοῦ γράφειν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ γιγνώσκειν, ἃ δεῖ μὴ γράφειν.’ οὕτω μὲν δὴ Λακεδαιμονίους ἀπῆγε τοῦ μήτε θρασεῖς μήτε δειλοὺς ὀφθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.